De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
Νικομήδιαν, εἴτε βούλεται, δρόμωσιν ἀντιπεράσῃ, καὶ ἐνδακιδίζῃ δὲ πάντως χρὴ εὐτρεπισθῆναι καὶ ἵππους καὶ ζῶα, ἵνα δέξωνται αὐτὸν καὶ ἀγάγωσιν μέχρι Καλχηδόνος· ἐν δὲ Καλχηδόνι τὸν μάγιστρον ἑτοιμάσαι μητάτα καὶ αὐτῷ καὶ τοῖς ἀνθρώποις αὐτοῦ, καὶ πέμψαι τὸν ὀπτίονα τῶν βαρβάρων καὶ ἀποθέσθαι αὐτῷ ἀναλώματα ἕτοιμα τῆς ἡμέρας, ἢ καὶ τῶν ἡμερῶν, ὧν ἔχει ποιῆσαι ἐν Χαλκηδόνι. καὶ ξένια δὲ πέμπει αὐτῷ. προσήκει δὲ τὸν μάγιστρον πέμψαι εὐθὺς εἰς ἀσπασμὸν αὐτοῦ, καὶ ἐρωτῆσαι αὐτὸν, πῶς ἦλθε, καὶ μὴ ἐσιάνθη τί ποτε, καὶ ἁπλῶς κατὰ τὸ ἐγχωροῦν θεραπεῦσαι αὐτόν. χρὴ δὲ ἐν τῇ πόλει προετοιμασθῆναι τὸ μητάτον αὐτοῦ πρὸς τὴν ἀξίαν τοῦ ἀνθρώπου καὶ τὸ πλῆθος, ὅπερ ἐπιφέρεται, καὶ εὐτρεπίσαι ἐν αὐτῷ κραββάτια καὶ στρώμματα καὶ κλιβάνια καὶ ἀρούλλας καὶ τραπέζας καὶ ὀπέρας, ὥστε ὑδροφορεῖν καὶ τὰς ἄλλας ῥυπαρὰς ὑπηρεσίας ὑπουργεῖν. ἀλλὰ τὰ μὲν στρώμματα ὁ κόμης τῶν πριβάτων κατὰ πιττάκιον τοῦ μαγίστρου ἀπολύει, ἤτοι ὁ σακκελλάριος τοῦ βασιλέως· (νῦν γὰρ εἰς αὐτὸν μετηνέχθη ἡ χρεία·) τὰ δὲ κραββάτια καὶ σκύφια καὶ τρα 402 πέζια καὶ κλιβάνια καὶ χύτρας ὁ ἔπαρχος τῆς πόλεως ἀπολύει, πάλιν κατὰ πιττάκιον τοῦ μαγίστρου. τὰς δὲ ἀρούλλας οἱ τῶν φαβρίκων παρέχουσιν. ἀπονέμονται δὲ αὐτῷ παρὰ τοῦ ἐπάρχου καὶ ὄπερες ἐκ τῶν καπηλείων. καὶ δεῖ τὸ βαλανεῖον τοῦ οἴκου ἐκείνου, ἐν ᾧ μέλλει, οἰκεῖν, ἑτοιμασθῆναι, ἢ τὸ πλησίον αὐτοῦ, ἵνα, ὅτε βούλεται, καὶ αὐτὸς καὶ οἱ μετ' αὐτοῦ λούονται, καὶ αὐτοῖς μόνοις σχολάζει τὸ βαλανεῖον. καὶ ἐπὰν καταπλεύσῃ, δεῖ τὸν μάγιστρον πέμψαι βασιλικοὺς ἵππους· (δίδωσι δὲ αὐτοὺς ὁ σπαθάριος τοῦ βασιλέως·) καὶ δέχονται αὐτὸν ἐκ τῶν δρομόνων, καὶ ἀποφέρουσιν εἰς τὸν οἶκον αὐτοῦ. καὶ εὐθὺς πέμπει ὁ μάγιστρος καὶ ἀσπάζεται αὐτὸν, καὶ πάλιν ἐρωτᾷ αὐτὸν, πῶς διεσώθη. πέμπει δὲ αὐτῷ καὶ ξένια διὰ τοῦ ὀπτίονος, ἃ βούλεται· ὡς ἐπὶ πολὺ δὲ καὶ ὁ πρέσβεις πέμπει, καὶ ἀντασπάζεται τὸν μάγιστρον. καὶ χρὴ τὸν μάγιστρον δέξασθαι ἠπίως τὸν ἐρχόμενον καὶ δοῦναι ἀνταπόκρισιν ἁρμοδίαν τῷ ἀσπασμῷ. δηλοῖ δὲ αὐτῷ διὰ τοῦ οἰκείου ἀνθρώπου ὁ μάγιστρος ὅτι "ἀνάκτησαι σαυτὸν, καὶ ὅτε συνορᾷς, ἀσπάζομαί σε." κἀκεῖνος τῇ ἑξῆς ἢ μετὰ μίαν προμηνύει, καὶ ἔρχεται καὶ ἀσπάζεται τὸν μάγιστρον, καὶ δέχεται αὐτὸν ἀπὸ στόματος, καὶ 403 ἐρωτᾷ αὐτὸν ὁ μάγιστρος πρὸ πάντων περὶ τῆς ὑγείας τοῦ βασιλέως αὐτοῦ, ἔπειτα καὶ περὶ τῶν τέκνων τοῦ βασιλέως αὐτοῦ καὶ περὶ τῶν ἀρχόντων καὶ περὶ τῆς αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ ὑγείας, καὶ πῶς ἦλθε, μή τί ποτε ἐν τῇ ὁδῷ ἐσιάνθη, μή τί ποτε παρελείφθη, καὶ λέγει ὅτι "ἐκελεύσθημεν παρὰ τοῦ εὐσεβοῦς ἡμῶν δεσπότου πάντα εἰς θεραπείαν σου ποιῆσαι· ἐὰν οὖν τί ποτε παρελείφθη, τοῦτο ἡμέτερόν ἐστιν πταῖσμα. καὶ παρακαλοῦμεν ὑμᾶς μήτε λυπηθῆναι μηδὲ σιωπῆσαι, ἀλλὰ εἰπεῖν ἡμῖν, ἵνα διόρθωσις γένηται." προσκυνοῦσιν δὲ τὸν μάγιστρον καὶ οἱ μετ' αὐτοῦ ὄντες πάντες, ῥίπτοντες ἑαυτοὺς ἐπὶ τοῦ ἐδάφους. καὶ ὅτε δόξῃ τῷ βασιλεῖ δέξασθαι αὐτὸν, πέμπει ὁ μάγιστρος καὶ δηλοῖ αὐτῷ ὅτι "ἐκέλευσέν σε ὁ δεσπότης εἰσελθεῖν." χρὴ δὲ καὶ τὸν δεσπότην ἐν Χαλκηδόνι, καὶ ἐνταῦθα ἐρχομένου αὐτοῦ, πέμψαι δηκουρίωνα καὶ ἀσπάσασθαι αὐτὸν καὶ ἐρωτῆσαι περὶ τῆς ὑγείας τοῦ βασιλέως αὐτοῦ, καὶ πῶς αὐτὸς διεσώθη. ἐπὰν δὲ δέχηται αὐτὸν, πέμπει ἀπὸ ὀψὲ ὁ μάγιστρος σουβαδίουβαν, καὶ δηλοῖ αὐτῷ ὅτι "ἐκέλευσέν σε ὁ βασιλεὺς προελθεῖν, καὶ πρόελθε." καὶ ὁ βασιλεὺς ὁμοίως πέμπει δικουρίωνα, καὶ ἀσπάζεται αὐτὸν, καὶ δηλοῖ αὐτῷ ὅτι "τῇ 404 ἑξῆς δεχόμεθά σε, καὶ πρόελθε." δίδοται οὖν μανδάτα ἀπὸ ὀψὲ σιλέντιον, καὶ τὸν πρεσβευτὴν τῶν Περσῶν δέχεται. καὶ χρὴ τὸν ἀδμισσιονάλιον ἐλθεῖν καὶ ἐρωτῆσαι τὸν μάγιστρον περὶ τῶν λαβαρησίων, καὶ δίδοται μανδάτα, ἵνα καὶ αὐτοὶ ἀπαντήσωσιν, καὶ δεῖ στῆναι αὐτοὺς εἰς τοὺς τόπους αὐτῶν μετὰ τοῦ ἄρματος. προέρχονται δὲ πάντες οἱ ἄρχοντες ἀπὸ ὁλοσηρίκων, καὶ εἰσέρχεται ὁ πρέσβεις διὰ τῆς ῥιγίας, καὶ δέχεται αὐτὸν ὁ μάγιστρος ἐν τῇ σχολῇ αὐτοῦ, καὶ ἐρωτᾷ αὐτὸν, εἰ ξένια ἔχει τοῦ βασιλέως, καὶ χρὴ αὐτὸν ἰδεῖν πάντα, πρὶν εἰσέλθωσιν, καὶ λαβεῖν τὴν γνῶσιν αὐτῶν. καὶ εἰσέρχεται πρὸς τὸν βασιλέα ὁ μάγιστρος, καὶ ἀναφέρει αὐτῷ τὰ περὶ τῶν ξενίων, ἐπιδίδωσι δὲ αὐτῷ καὶ τὴν γνῶσιν. ὁ δὲ πρέσβης ἀναμένει ἐν τῇ σχολῇ τοῦ μαγίστρου. καὶ μεθὸ δεχθῶσιν οἱ ἄρχοντες καὶ εἰσέλθωσιν εἰς τὸ κονσιστώριον, δεῖ τὸν ἀδμισσιονάλιον καὶ τοὺς χαρτουλαρίους τῶν βαρβάρων καὶ τοὺς ἑρμηνευτὰς ἀναγαγεῖν τὸν πρέσβην, καὶ καθίσαι αὐτὸν ἐν τῷ ἀντικονσιστωρίῳ, δοῦναι δὲ τοὺς χαρτουλαρίους καὶ ἑρμηνευτὰς κιτατώριν τοῦ μαγίστρου τοῖς ἀδμισσιοναλίοις, καὶ τὰ ἄλλα γίνονται ὡς ἐν σιλεντίῳ. χρὴ δὲ τὸν 405 μάγιστρον ἑτοιμάσαι