1

 2

 3

 4

 5

5

προξενεῖ ἡμῖν τὴν αἰώνιον ζωήν. Jo 17,5 Ἡ προκόσμιος τοῦ υἱοῦ τοῦ θεοῦ δόξα τί ἂν εἴη ἕτερον ἢ αὐτὸς θεὸς λόγος, αὐτὸ "φῶς ἀληθινόν", οὐ γὰρ ὡς ἄλλος ὢν παρὰ τὴν δόξαν ὑπ' ἄλλης δόξης δι' ἄλλου δοξάζεται αὐτὸς ὤν, ὡς προεῖπον, ὁ "κύριος τῆς δόξης" καὶ βασιλεὺς δόξης. ἀλλ' ἐπειδὴ "ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών" - ὁ γὰρ "λόγος", φησίν, "σὰρξ ἐγένετο" καὶ εἴδομεν αὐτὸν "καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος"-πολλοὶ δὲ ἠπίστουν τῇ τοσαύτῃ γενομένῃ συγκαταβάσει, πολλοὶ ἠπίστουν, ὅτι ὁ θεὸς ἄνθρωπος ἐγένετο τούτου ἕνεκεν, ἀποκαλύπτεσθαι αὐτοῦ τὴν θεότητα τοῖς ἀγνοοῦσι βουλόμενος, λέγει· "πάτερ δόξασόν Joυ τὸν υἱόν", τοῦτ' ἔστιν ἀποκάλυψόν με τοῖς ἀγνοοῦσι, φανέρωσόν μου τὴν δόξαν ἣν ἔχω παρά Joι θεὸς λόγος τυγχάνων. διὸ εἶπε Παῦλος, "ὅτε εὐδόκησεν" ὁ θεὸς "ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν".