5
συγγραφέως σχετλίασις. καʹ. Ὅπως οἱ πρέσβεις τοῦ βασιλέως κατὰ θάλασσαν ἐκινδύνευσαν. κβʹ. Ὅπως, παραγεγονότων ἐκεῖθεν πρέσβεων, ὁ μὲν πατριάρχης ἀργήσας εἰς Λαύραν ἀπήγετο, ὁ δὲ πάπας ἐμνημονεύετο. κγʹ. Περὶ τοῦ σχίσματος καθόλου τῆς ἐκκλησίας. κδʹ. Περὶ τῆς ἐκλογῆς τοῦ χαρτοφύλακος Βέκκου εἰς τὸ πατριαρχεῖον καὶ τῶν αὐτοῦ πρὸς βασιλέα ὑπὲρ τῶν δεομένων πράξεων. κεʹ. Ὅπως μὴ φέρων ὁ βασιλεὺς τὴν καθημερινὴν ἐνόχλησιν τοῦ πατριάρχου ὑπὲρ τῶν ἀνθρώπων τὴν τρίτην τῆς ἑβδομάδος ἐπὶ τῶν ἀναφορῶν ἔταξεν. κʹ. Ὅπως πάλιν ἀπεστάλησαν εἰς τὸν πάπαν πρέσβεις παρὰ βασιλέως. κζʹ. Ὅπως Ἰκάριος, προσχωρήσας βασιλεῖ καὶ δεχθείς, καθίσταται ἐπὶ τοῦ στόλου τῆς Ῥωμαΐδος καὶ τὸ κατὰ τοῦ μεγάλου κυρίου ἀνδραγά θημα. κηʹ. Ἔτι τὰ κατὰ τὸν πατριαρχεύσαντα Ἰωσὴφ καὶ τὰ κατὰ τὸν πατριάρχην τηνικάδε Βέκκον. 19 κθʹ. Ἔτι τὰ κατὰ τὸν πατριάρχην Ἰωσήφ. λʹ. Ὅπως τοὺς κατὰ τὴν πόλιν Γεννουίτας, ἔτι δὲ καὶ τοὺς ἔξω, ἐταπείνου ὁ βασιλεύς.
{ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΕΚΤΟΥ ΛΟΓΟΥ}.
Ὅπως τὰ κατὰ τὸν Αἷμον καὶ πάλιν παρεκινοῦντο καὶ ἐκ ποίων τῶν αἰτιῶν.
βʹ. Ὅπως ἡ Μαρία κατεσοφίσατο τὸν Ὀσφεντίσθλαβον. γʹ. Τὰ κατὰ τὸν Λαχανᾶν ἀρχῆθεν καὶ ὅπως Κωνσταντῖνον τὸν τῶν Βουλγάρων βασιλέα πεφόνευκεν. δʹ. Ὅπως ὁ βασιλεὺς τῇ θυγατρὶ Εἰρήνῃ τὸν Ἀσάν, τὸν καὶ Μυτζῆν, εἰς γάμον ἥρμοσεν. εʹ. Ὅπως ὁ βασιλεὺς ἐπὶ τῷ τοῦ Ἀσὰν κήδει πέμψας ἐζήτει βουλὴν καὶ ὡς ὁ Πρίγκιψ Θεοδόσιος Ἀντιοχείας ἐγεγόνει πατριάρχης. ʹ. Ὅπως καὶ τὸν Μιχαήλ, ἐκ δύσεως ἀνελθόντα, γαμβρὸν ἐπὶ τῇ δευτέρᾳ τῶν θυγατέρων ὁ κρατῶν ἐποίει. ζʹ. Τὰ κατὰ τὴν Μαρίαν καὶ ὅπως τῷ Λαχανᾷ συνῴκησεν. ηʹ. Ὅπως Μαρία μὲν παρεδόθη τῷ βασιλεῖ, Ἀσὰν δὲ Τερνοβίταις παρεδέχθη. θʹ. Ὅπως Ἀσὰν ἐκ Τερνόβου ἀπεχώρησεν. ιʹ. Ὅπως κατηγορίαι συνεσκευάσθησαν κατὰ Ἰωάννου τοῦ Βέκκου πατριαρχοῦντος. ιαʹ. Ὅπως βασιλικὴ νεαρὰ προβαίνει ποιοῦσα τὰ ἔξω πατριαρχικὰ δίκαια ὑπὸ τοὺς ἐπισκόπους. ιβʹ. Περὶ τοῦ συμβάντος τῷ πατριάρχῃ ἐν τῇ ἑορτῇ τῆς Ὑπαπαντῆς διὰ τὴν τῶν κολύβων ἀποστολήν. ιγʹ. Ὅπως παρῃτήσατο τὸν θρόνον ὁ πατριαρχεύων Ἰωάννης. ιδʹ. Τὰ κατὰ τοὺς πρέσβεις τοῦ πάπα καὶ τὰ κατὰ τὸν πατριάρχην Ἰωάννην, ὅπως καὶ πάλιν ἐπανῆκεν εἰς τὸ πατριαρχεῖον. ιεʹ. Πληροφορία τοῦ βασιλέως τοῖς τῆς ἐκκλησίας διὰ δημηγορίας διὰ τὰς παραλόγους ἀπαιτήσεις τῶν πρέσβεων. ιʹ. Ὅπως ἀπέστειλε τοὺς πρέσβεις καὶ τὸν Ἐφέσου ὁ βασιλεὺς εἰς τὴν φυλακὴν ἰδεῖν τοὺς προσγενεῖς αὐτοῦ καθειργμένους διὰ τὸ τῆς ἐκκλησίας σκάνδαλον. ιζʹ. Ὅπως ἀνήχθη ὁ Ἰωάννης εἰς τὸ πατριαρχεῖον τὸ δεύτερον. ιηʹ. Τὰ κατὰ τὸν Μελέτιον καὶ Ἰγνάτιον, τοὺς πεμφθέντας εἰς πάπαν μοναχούς, καὶ τὰ τῆς ἐκκηρύξεως, ὅπως καὶ ἐφ' ὁποίαις αἰτίαις προέβησαν. 21 ιθʹ. Πάλιν τὰ κατὰ τὸν Λαχανᾶν καὶ ὅπως παρὰ τοῦ Νογᾶ πεφόνευται, παρόντος καὶ τοῦ Ἀσάν. κʹ. Ὅπως ἐκστρατεύει ὁ βασιλεὺς Ἀνδρόνικος εἰς ἀνατολὴν καὶ τὰ κατὰ τὰς Τράλλεις. καʹ. Ὅπως αἱ Τράλλεις παρὰ Περσῶν ἑάλωσαν. κβʹ. Ὅπως καὶ ὁ πορφυρογέννητος πρὸς τὰ κατὰ δύσιν ἀποστέλλεται καὶ τὰ κατὰ τὸν Ἅγιον Αὐξέντιον, τοῦ βασιλέως ἐξελθόντος. κγʹ. Ὅπως καὶ δι' ἣν τὴν αἰτίαν ὁ Βέκκος γράφων ἐκίνει τὰ περὶ δογμάτων. κδʹ. Ὅπως εἰς τὸν Ἅγιον Αὐξέντιον ὁ πατριαρχεύων ἀπῆλθε καὶ περὶ τῶν ἐκεῖσε τοῦ βασιλέως ποινῶν. κεʹ. Τὰ περὶ τοῦ Καλοειδᾶ καὶ περὶ Ἰωάννου τοῦ ∆ούκα. κʹ. Τὰ κατὰ τὸν λογοθέτην τοῦ γενικοῦ Μουζάλωνα καὶ τὸν μέγαν λογοθέτην καὶ πρωτοβεστιάριον ὕστερον. κζʹ. Ὅπως ἐκ δύσεως ὑπέστρεφεν ὁ πορφυρογέννητος καὶ τὰ κατὰ τὸν Κοτανίτζην, εἴτ' οὖν Τορνίκιον. κηʹ. Θάνατος τῆς δεσποίνης Ἄννης καὶ τῶν παρασήμων τῷ πορφυρο γεννήτῳ μεταλλαγή. κθʹ. Ἐκστρατεία Μιχαὴλ βασιλέως πρὸς Σάγγαριν καὶ τὰ