1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

5

τὴν στάσιν. 2.91 ∆ιωλύγιον κακόν: ἐπὶ τῶν μέγα τι κακὸν ὑφισταμένων. 2.92 ∆ιὸς ψῆφος: ἐπὶ τῶν ἱερῶν καὶ ἀθίκτων. 2.93 ∆ιὰ μέσου καὶ λιμὸς ἔῤῥει καὶ κάλλιστ' ἀπόλ λυται: φθαρέντος τοῦ λιμώττοντος καὶ ὁ λιμὸς ἀπόλλυται.

ΑΡΧΗ ΤΟΥ Ε.

2.94t Εὐγενέστερος Κόδρου. 2.95 Ἐν μὲν τῷ φάει σκοτεινὸς, ἐν δὲ τῷ σκότει

φαεινός. 2.96 Ἐπιμενίδου ὕπνος: ἐπὶ τῶν πολλὰ κοιμωμένων· πεντήκοντα γὰρ ἔτη ἐκάθευδεν. 2.97 Ἐς Τροφωνίου μεμάντευσαι: ἐπὶ τῶν σκυθρω πῶν καὶ ὠχρῶν. 2.98 Ἐν ἅλῳ δρασκάζεις: ἤτοι κρύπτῃ. ἐπὶ τῶν μὴ δυ ναμένων λαθεῖν. 2.99 Ἔστω ταμίας· τἄλλα δ' εἰ βούλει κύων: ἐπὶ τῶν παρ' ἀξίαν εὐημερούντων καὶ μάλιστα εὐνούχων. 2.100 Ἐκ παντὸς ξύλου κύφων ἂν γένοιτο: ἐπὶ τῶν τὸ εἶδος εὐτελῶν, εἰς χρείαν δὲ ἀναγκαίων. 3.1 Εἰς ἀρχαίας φάτνας: ἐπὶ τῶν ἐλθόντων εἰς ἅπερ πρότερον ὄντες ἐξέπεσον. 3.2 Ἐν δυοῖν τρία βλέπεις: ἐπὶ τῶν ἄλλα ἀντ' ἄλλων ὁρώντων. 3.3 Ἐκπερδικίσαι: ** καὶ ἐκκλῖναι. ἐπὶ τῶν διαδιδρα σκόντων τοὺς θηρευτάς. 3.4 Ἐλέφαντα ἐκ μυίας ποιεῖς: ἐπὶ τῶν τὰ μικρὰ ἐπαιρόντων τῷ λόγῳ. 3.5 Ἐμαυτῷ βαλανεύσω: ἀντὶ τοῦ, ἐμαυτῷ διακονήσω. 3.6 Εἰς ἀσθενοῦντας ἀσθενῶς ἐλήλυθας: ἐπὶ τῶν ὅμοια πασχόντων. 3.7 Εὕδοντι κύρτος αἱρεῖ: ἐπὶ τῶν εὐτυχούντων. 3.8 Ἔνεστι καὶ μύρμηκι χολή: ὅτι μηδὲ τοῦ μικροῦ δεῖν καταφρονεῖν. 3.9 Ἐκ τετρημένης κύλικος πιεῖν: ἐπὶ τῶν ἐψευσμέ νων φίλων. 3.10 Ἐν μέλιτι σαυτὸν κατακρύπτεις: ἐπὶ τῶν συζών των ἡδυπαθείαις. 3.11 Ἐνδυμίωνος ὕπνον ὑπνώττει: ἐπὶ τῶν πολλὰ κοιμωμένων. 3.12 Ἐνδύεται τὴν λεοντῆν. 3.13 Εἴληφεν ἡ παγὶς τὸν μῦν: ἐπὶ τῶν ἀξίως ἁλισκο μένων. 3.14 Ἐν τριόδῳ εἰμὶ λογισμῶν: ἐπὶ τῶν ἀπορούντων. 3.15 Ἕλκων ἐφ' ἑαυτὸν ὥσπερ ὁ καικίας νέφος. 3.16 Ἐν φρέατι κυσὶ μάχεσθαι. 3.17 Ἐκδεδαρμένον δαίρεις: ἐπὶ τῶν μάτην πονούν των. βέλτιον δὲ ἐπὶ τῶν κακούντων τοὺς ἐν συμφοραῖς. 3.18 Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις: ἐπὶ τῶν μὴ καθ' ὥραν τοῖς ἀναγκαίοις χρωμένων. 3.19 Ἑρμῆς ἀμύητος. 3.20 Ἔνθα οὔτε πλεῖν ἄνεμος οὔτε μίμνειν ἐᾷ: ἐπὶ τῶν δυσχρήστοις περιπεσόντων. 3.21 Ἐλέφας μυὸς οὐκ ἀλεγίζει. 3.22 Ἐκτὸς πηλοῦ πόδα ἔχεις: ἐπὶ τῶν ἔξω κινδύνων ὄντων. 3.23 Ἐκ τριχὸς κρέμαται: ἐπὶ τῶν κινδυνευόντων· ὅμοιον τῷ Ἐπὶ ξυροῦ. 3.24 Εὐγενὴς ἐκ βαλαντίου: ἐπὶ τῶν διὰ πλοῦτον τιμωμένων. 3.25 Ἔγχος ἐπὶ τῷ ἔγχει: γραῦν φασι τοῦτο εἰπεῖν κα πήλῳ ἐνεχυράζουσαν ἔγχος. 3.26 Ἐλεύθεραι αἶγες ἀρότρου: ἐπὶ τῶν βάρους τινὸς ἀπηλλαγμένων. 3.27 Εἰς κόλπον πτύεις: ἀντὶ τοῦ, μεγαλοῤῥημονεῖς. 3.28 Ἐν πίθῳ τὴν κεραμείαν: ἐπὶ τῶν μὴ κατὰ τρό πον τοῖς μαθήμασι προβαινόντων. 3.29 Ἐν σκότει ὀρχεῖσθαι: ἐπὶ τῶν ἀμαρτύρως μο χθούντων. 3.30 Εἰς θεοῦ ὦτα ἦλθεν: ἐπὶ μεγάλων πραγμάτων. 3.31 Εἷς ἀνὴρ οὐδεὶς ἀνήρ. 3.32 Ἐν νυκτὶ βουλήν: ἐπειδὴ ἡ νὺξ παῤῥησίαν δίδωσι. 3.33 Εἰς πάγας ὁ λύκος: ἐπὶ τῶν ἁρπαζόντων μὲν, κατασχεθέντων δέ. 3.34 Εἰς μελίττας ἐκώμασας: ἐπὶ τῶν κακουμένων ἀθρόως. 3.35 Ἐν πέντε κριτῶν γούνασι: τὸ γὰρ παλαιὸν πέντε κριταὶ ἔκρινον τοὺς κωμικούς· ἢ ὅτι ἐν γόνασιν εἶχον, ἃ νῦν εἰς γραμματεῖον ἐγγράφεται. 3.36 Ἐκ λύκου στόματος: ἐπὶ τῶν ἀνελπίστως παρὰ τινῶν τι λαμβανόντων. 3.37 Ἐλέφαντος οὐδὲν διαφέρει: ἐπὶ τῶν ἀναισθήτων. 3.38 Εἰς Τροιζῆνα βαδίζεις: ἐπὶ τῶν ἐχόντων σπάνιν γενείων. Πώγων γάρ ἐστι λιμὴν Τροιζήνιος. 3.39 Ἐλάφειος ἀνήρ: ὁ δειλός. 3.40 Εὐμεταβολώτερος κοθόρνου: ὑποδήματος εἶδος ὁ κόθορνος, ἐφαρμόζων τοῖς δυσὶ ποσίν. 3.41 Ἐν γῇ πένεσθαι μᾶλλον ἢ πλουτοῦντα πλεῖν. 3.42 Ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα: ἐπὶ τῶν ἀλυσιτελῶν δώρων. 3.43 Ἐῤῥίφθω κύβος: ἐπὶ τῶν ῥιψοκινδυνούντων. 3.44 Ἐν ἀμούσοις καὶ κόρυδος φθέγγεται. 3.45 Ἐν Καρὶ τὸν κίνδυνον: ἀντὶ τοῦ· οὐ περὶ μεγά