5
τὴν τῶν ὄντων γνῶσιν, τί μοι τὸ λειπόμενον; Τί τὸ ἐλπιζόμενον; Βασιλείαν οὐρανῶν, πάντως ἐρεῖς. Ἡγοῦμαι δὲ μὴ ἄλλο τι τοῦτο εἶναι, ἢ τὸ τυχεῖν τοῦ καθαρωτάτου τε καὶ τελεωτάτου· τελεώτατον δὲ τῶν ὄντων, γνῶσις Θεοῦ. Ἀλλὰ τὸ μὲν κατάσχωμεν, τὸ δὲ καταλάβωμεν, ἕως ἐσμὲν ὑπὲρ γῆς· τὸ δὲ ἐκεῖθεν ταμιευσώμεθα, ἵνα ταύτην σχῶμεν τῆς φιλοπονίας τὴν ἐπικαρπίαν, ὅλην τῆς ἁγίας Τριάδος τὴν ἔλλαμψιν, ἥτις ἐστὶ, καὶ οἵα, καὶ ὅση, εἰ θέμις τοῦτο εἰπεῖν, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.