1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

ἑλληνικὴν ἀνακύκλησιν, τὰ αὐτὰ περιφερούσης τῆς αὐτῆς τῶν ἄστρων κινήσεως; 101.65 Τίς γὰρ ἡ ἀποκλήρωσις, τὸ μέν τι γενέσθαι τῶν τότε συμβάντων, τὸ δὲ παρεθῆναι; Τοῦτο δειξάτωσαν οἱ σοφοὶ καὶ τῷ πλήθει τῶν βιβλίων φιλοτιμούμενοι. 101.66 Ἐπειδὴ δὲ τῷ περὶ Τριάδος φυσιούμενοι λόγῳ καταψεύδονται μὲν ἡμῶν, ὡς οὐχ ὑγιῶς ἐχόντων περὶ τὴν πίστιν, δελεάζουσι δὲ τοὺς πολλούς, ἐκεῖνο γινώσκειν ἀναγκαῖον ὅτι Ἀπολλινάριος μὲν τὸ τῆς θεότητος ὄνομα τῷ ἁγίῳ Πνεύματι δούς, τὴν δύναμιν τῆς θεότητος οὐκ ἐφύλαξε. 101.67 Τὸ γὰρ ἐκ μεγάλου καὶ μείζονος καὶ μεγίστου 101.67 συνιστᾶν τὴν Τριάδα, ὥσπερ ἐξ αὐγῆς καὶ ἀκτῖνος καὶ ἡλίου, τοῦ Πνεύματος καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς (ὅπερ σαφῶς ἐν ἐκείνου γέγραπται λόγοις), κλῖμαξ ἐστὶ θεότητος, οὐκ εἰς οὐρανὸν ἀνάγουσα, ἀλλ' ἐξ οὐρανοῦ κατάγουσα. 101.68 Ἡμεῖς δὲ Θεὸν γινώσκομεν τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, ταῦτα δὲ οὐ κλήσεις ψιλὰς τεμνούσας ἀξιωμάτων ἢ δυνάμεων ἀνισότητας, ἀλλὰ μίαν καὶ τὴν αὐτὴν ὥσπερ προσηγορίαν, οὕτω καὶ θεότητος φύσιν καὶ οὐσίαν καὶ δύναμιν. 101.69 Εἰ δέ τις ταῦτα μὲν ὀρθῶς οἴεται λέγεσθαι, ἐγκαλεῖ δὲ τὴν τῶν αἱρετικῶν κοινωνίαν, δειξάτω τις τοῦτο τῶν ἡμετέρων, καὶ ἢ πείσομεν, ἢ ἀναχωρήσομεν. Πρὸ κρίσεως δὲ οὐδὲ ἄλλο τι καινοτομεῖν ἀσφαλές, μὴ ὅτι πρᾶγμα τοσοῦτον καὶ περὶ τηλικούτων.

101.70 Ἡμεῖς μὲν οὖν ταῦτα καὶ διεμαρτυράμεθα Θεὸν καὶ ἀνθρώπους καὶ διαμαρτυρόμεθα. Καὶ οὐδὲ νῦν, εὖ ἴσθι, ταῦτ' ἂν ἐγράψαμεν, εἰ μὴ τὴν Ἐκκλησίαν ἑωρῶμεν διασπωμένην καὶ τεμνομένην καὶ ταῖς ἄλλαις τερατείαις καὶ τῷ νῦν «συνεδρίῳ τῆς ματαιότητος». 101.71 Εἰ δέ τις, ταῦτα λεγόντων ἡμῶν καὶ διαμαρτυρομένων, ἢ διὰ χρείας τινὰς ἢ διὰ φόβον ἀνθρώπινον ἢ διὰ μικροψυχίας ἀτόπους ἢ διὰ τὸ ἀποίμαντον τέως καὶ ἀκυβέρνητον ἢ διὰ τὸ ξενοχαρὲς καὶ πρὸς τὰς καινοτομίας ἕτοιμον, 101.72 διαπτύει μὲν ἡμᾶς ὡς οὐδενὸς λόγου ἀξίους, προστρέχει δὲ τοῖς τοιούτοις καὶ διαιρεῖ τὸ καλὸν σῶμα τῆς Ἐκκλησίας, αὐτὸς βαστάσει τὸ κρῖμα, ὅστις ἐὰν ᾖ, καὶ ὑφέξει τῷ Θεῷ λόγον ἐν ἡμέρᾳ κρίσεως. 101.73 Εἰ δὲ οἱ μακροὶ λόγοι καὶ τὰ νέα ψαλτήρια καὶ ἀντίφθογγα τῷ ∆αϋὶδ καὶ ἡ τῶν μέτρων χάρις ἡ τρίτη ∆ιαθήκη νομίζεται, καὶ ἡμεῖς ψαλμολο γήσομεν καὶ πολλὰ γράψομεν καὶ μετρήσομεν. Ἐπειδὴ δοκοῦ μεν καὶ ἡμεῖς Πνεῦμα Θεοῦ ἔχειν· εἴπερ Πνεύματος χάρις τοῦτό ἐστιν, ἀλλὰ μὴ ἀνθρωπίνη καινοτομία. 101.74 Ταῦτά σε βούλομαι διαμαρτύρασθαι τοὺς πολλούς, ἵνα μὴ βάρος ἔχωμεν ὡς τοιοῦτο κακὸν παρορῶντες καὶ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν πονηροῦ δόγματος νομὴν καὶ ἰσχὺν λαμβάνοντος.

102.t Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα

102.1 Ἐπειδὴ πολλοὶ προσιόντες τῇ σῇ εὐλαβείᾳ πληροφορίαν ζητοῦσι περὶ πίστεως, καὶ διὰ τοῦτο ἀπῄτησας ἡμᾶς ἀγα πητικῶς σύντομον ὅρον τινὰ καὶ κανόνα τοῦ ἡμετέρου φρονήματος, διὰ τοῦτο ἐγράψαμεν τῇ σῇ εὐλαβείᾳ (ὃ καὶ πρὸ τῶν γραμμάτων ἐγνώριζες) ὅτι ἡμεῖς τῆς κατὰ Νικαίαν πίστεως, τῆς τῶν ἁγίων Πατέρων τῶν ἐκεῖ συνελθόντων ἐπὶ καθαιρέσει τῆς Ἀρειανῆς αἱρέσεως, οὐδὲν οὔτε προετι μήσαμεν πώποτε οὔτε προτιμᾶν δυνάμεθα, 102.2 ἀλλ' ἐκείνης ἐσμὲν τῆς πίστεως σὺν Θεῷ καὶ ἐσόμεθα, προσδιαρθροῦντες τὸ ἐλλειπῶς εἰρημένον ἐκείνοις περὶ τοῦ ἁγίου Πνεύματος (διὰ τὸ μηδὲ κεκινῆσθαι τηνικαῦτα τοῦτο τὸ ζήτημα), ὅτι μιᾶς θεότητος εἰδέναι χρὴ τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, Θεὸν καὶ τὸ Πνεῦμα γινώσκοντας. 102.3 Τοὺς οὖν οὕτω φρονοῦντας καὶ διδάσκοντας ἔχε κοινωνικούς, ἐπεὶ καὶ ἡμεῖς· τοὺς δὲ ἑτέρως ἔχοντας ἀποστρέφου καὶ ἀλλοτρίους ἡγοῦ καὶ τοῦ Θεοῦ καὶ τῆς καθολικῆς Ἐκκλησίας. 102.4 Ἐπειδὴ δὲ καὶ περὶ τῆς θείας