1

 2

 3

 4

 5

5

ΙΕʹ. Μετὰ Παύλου θεολόγησον, τοῦ πρὸς τρίτον οὐρανὸν ἀναχθέντος· ποτὲ μὲν συναριθμοῦντος τὰς τρεῖς ὑποστάσεις, καὶ τοῦτο ἐνηλλαγμένως, οὐ τετηρημένως ταῖς τάξεσι, προαριθμοῦντος, ἐναριθμοῦν 36.256 τος, ὑπαριθμοῦντος τὸ αὐτό. Ἵνα τί; ∆ηλώσῃ τὴν ἰσοτιμίαν τῆς φύσεως. Ποτὲ δὲ τῶν τριῶν μεμνημένου· ποτὲ δὲ τινῶν, ἢ τινὸς, ὡς ἑπομένου πάντως τοῦ λείποντος· καὶ ποτὲ μὲν τὴν ἐνέργειαν τοῦ Θεοῦ τῷ Πνεύματι διδόντος, ὡς οὐδὲν διαφέροντος· ποτὲ δὲ, ἀντὶ τοῦ Πνεύματος, τὸν Χριστὸν ἐπιφέροντος· καὶ ὅτε μὲν διαιρεῖ τὰς ὑποστάσεις, εἷς Θεὸς, λέγοντος, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ. Ὅτε δὲ συνάγει τὴν μίαν θεότητα· ὅτι ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα, δηλαδὴ διὰ τοῦ ἁγίου Πνεύματος, ὡς πολλαχοῦ δείκνυται τῆς Γραφῆς. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.