5
κελεύει ἡ τῶν Πατέρων φιλανθρωπία μετασχόντα τῶν ἁγιασμάτων, μὴ κενὸν τοῦ ἐφοδίου πρὸς τὴν ἐσχάτην ἐκείνην καὶ μακρὰν ἀποδημίαν ἐκπεμφθῆναι.
Εἰ δὲ μετασχὼν τοῦ ἁγιάσματος, πάλιν εἰς τὴν ζωὴν ἐπανέλθοι, ἀναμένειν τὸν τεταγμένον χρόνον, ἐν ἐκεί-νῳ τῷ βαθμῷ γενόμενον, ἐν ᾧ ἦν πρὸ τῆς κατὰ ἀνάγ-κην αὐτῷ δοθείσης κοινωνίας. Τὸ δὲ εἶδος τῆς εἰδωλολατρείας· οὕτω γὰρ ὀνομά-ζει τὴν πλεονεξίαν ὁ θεῖος Ἀπόστολος· οὐκ οἶδα ὅπως ἀθεράπευτον ὑπὸ τῶν Πατέρων ἡμῶν περιώφθη. Καί τοί γε δοκεῖ τὸ τοιοῦτον κακὸν τῆς τρίτης ἐν τῇ ψυχῇ καταστάσεως πάθος εἶναι. Καὶ γὰρ λογισμὸς τῆς τοῦ καλοῦ κρίσεως ἁμαρτάνων, ἐν τῇ ὕλῃ τὸ καλὸν εἶναι φαντάζεται, οὐ πρὸς τὸ ἄϋλον ἀναβλέπων κάλλος, καὶ ἡ ἐπιθυμία πρὸς τὰ κάτω ῥεῖ, τοῦ ἀληθοῦς ὀρεκτοῦ ἀποῤ-ῥέουσα. Καὶ ἡ φιλόνεικός τε καὶ θυμώδης διάθεσις, πολλὰς ἐκ τῆς τοιαύτης ἁμαρτίας τὰς ἀφορμὰς λαμ 45.233 βάνει. Καὶ τὸ ὅλον εἰπεῖν, συμφωνεῖ ἡ τοιαύτη νόσος τῷ ἀποστολικῷ τῆς πλεονεξίας ὅρῳ. Ὁ γὰρ θεῖος Ἀπόστολος, οὐ μόνον αὐτὴν εἰδωλολατρείαν, ἀλλὰ καὶ ῥίζαν πάντων τῶν κακῶν ἀπεφήνατο· καὶ ὅμως τὸ τοιοῦτον εἶδος παρώφθη τῆς νόσου ἀνεπίσκεπτόν τε καὶ ἀτημέλητον· διὸ καὶ πλεονάζει κατὰ τὰς Ἐκκλη-σίας τὸ τοιοῦτον ἀῤῥώστημα, καὶ οὐδεὶς τοὺς ἐπὶ τὸν κλῆρον ἀγομένους περιεργάζεται, μήπως τῷ τοιούτῳ εἴδει τῆς εἰδωλολατρείας κατεμιάνθησαν. Ἀλλὰ περὶ μὲν τούτων, διὰ τὸ παρεῖσθαι τοῖς Πατρᾶσιν ἡμῶν, ἀρκεῖν ἡγούμεθα τῷ δημοσίῳ τῆς διδασκαλίας λόγῳ, ὅπως ἂν οἷόν τε ᾖ, θεραπεύειν, ὥσπερ τινὰ πάθη πληθωρικὰ, τὰς πλεονεκτικὰς ἀῤῥωστίας διὰ τοῦ λό-γου καθαίροντας. Μόνην δὲ τὴν κλοπὴν καὶ τὴν τυμβωρυχίαν, καὶ τὴν ἱεροσυλίαν πάθη νομίζομεν, διὰ τὸ οὕτως ἐκ τῆς τῶν Πατέρων ἀκολουθίας τὴν παρά-δοσιν ἡμῖν περὶ τούτου γενέσθαι. Καί τοί γε παρὰ τῇ θείᾳ Γραφῇ, καὶ ὁ πλεονασμὸς, καὶ ὁ τόκος, τῶν ἀπειρημένων ἐστὶ, καὶ τὸ ἐκ δυναστείας τινὸς τῇ ἰδίᾳ κτήσει προσαγαγεῖν τὰ ἀλλότρια, κἂν ἐν προσχή-ματι πραγματείας τὸ τοιοῦτον τύχῃ γινόμενον.
Ἐπειδὴ τοίνυν τὸ καθ' ἡμᾶς, εἰς ἐξουσίαν κανὼν ἀξιόπιστος, τὴν ἐπὶ τῶν ὁμολογουμένως ἀπηγορευμένων κανονι-κὴν κρίσιν ἤδη τοῖς εἰρημένοις προσθήσομεν. ∆ιῄρηται οὖν ἡ κλοπὴ εἴς τε λῃστείαν καὶ εἰς τοιχωρυχίαν καὶ εἷς μὲν ἐπ' ἀμφοτέρων σκοπὸς, ἡ τῶν ἀλλοτρίων ἀφαίρεσις· πολλὴ δὲ κατὰ τὴν γνώμην αὐτῶν ἡ πρὸς ἀλλήλους ἐστὶ διαφορά. Ὁ μὲν γὰρ λῃστὴς, καὶ τὴν μιαιφονίαν εἰς συμμαχίαν τοῦ σπουδαζομένου παραλαμβάνει, πρὸς αὐτὸ τοῦτο παρασκευαζόμενος καὶ ὅπλοις καὶ πολυχειρίᾳ, καὶ τοῖς ἐπικαίροις τῶν τό-πων· ὥστε τὸν τοιοῦτον, τῷ κρίματι τῶν ἀνδροφόνων ὑπάγεσθαι, εἰ διὰ μεταμελείας ἑαυτὸν πρὸς τὴν Ἐκ- κλησίαν τοῦ Θεοῦ ἐπανάγοι. Ὁ δὲ δι' ὑφαιρέσεως λανθανούσης σφετεριζόμενος τὸ ἀλλότριον, εἶτα δι' ἐξαγορεύσεως τὸ πλημμέλημα αὐτοῦ τῷ ἱερεῖ φανερώ-σας, τῇ περὶ τὸ ἐναντίον τοῦ πάθους σπουδῇ θεραπεύσει τὴν ἀῤῥωστίαν· λέγω δὲ διὰ τοῦ τὰ προσόντα παρέχειν τοῖς πένησιν, ἵνα τῷ προέσθαι ἂ ἔχει, φανερὸς γένηται καθαρεύων τῆς κατὰ πλεονεξίαν νόσου. Εἰ δὲ μηδὲν ἔχοι, μόνον δὲ τὸ σῶμα ἔχοι, κελεύει ὁ Ἀπόστολος διὰ τοῦ σωματικοῦ κόπου τὸ τοιοῦτον ἐξιλάσασθαι πά-θος. Ἔχει δὲ ἡ λέξις οὕτως· Ὁ κλέπτων, μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Ἡ δὲ τυμβωρυχία καὶ αὐτὴ διῄρηται εἰς τὸ συγγνω-στόν τε καὶ ἀσύγγνωστον. Εἰ μὲν γάρ τις τῆς οὐσίας φειδόμενος, καὶ ἄσυλον ἀφεὶς τὸ κεκρυμμένον σῶμα, ὡς μὴ ἀναδειχθῆναι ἡλίῳ τὴν ἀσχημοσύνην τῆς φύσεως, λίθοις τισὶ τῶν ἐν τῷ τάφῳ προβεβλημένων συγχρή- σαιτο εἰς ἔργου τινὸς κατασκευὴν, ἐπαινετὸν μὲν οὐδὲ τοῦτό ἐστι· πλὴν ἀλλὰ συγγνωστὸν ἐποίησεν ἡ συνήθεια, ὅταν εἰς προτιμότερόν τι καὶ κοινωφελέ-στερον ἡ τῆς ὕλης μετάθεσις γίνηται. Τὸ δὲ διερευ-νᾶσθαι τὴν κόνιν ἀπὸ τῆς γεωθείσης σαρκὸς, καὶ ἀνα-κινεῖν τὰ ὀστᾶ, ἐλπίδι τὸν κόσμον τινὰ τῶν συγκατ 45.236 ορυχθέντων κερδᾶναι, τοῦτο τῷ αὐτῷ κρίματι κατεδικάσθη, ᾧ καὶ ἡ ψιλὴ πορνεία,