1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

Χρόνοις δὲ ὕστερον πάλιν γάμοις ἔδει καταζευχθῆναι τὸν Ἰσαάκ, δι' ὃν καὶ ὁ Ἰσμαὴλ σὺν τῇ μητρὶ τῆς πατρικῆς ἑστίας ἠλάθη. ἀποσταλεὶς δὲ ὁ οἰκέτης τοῦ Ἀβραὰμ προμνή στωρ ὥστε τῷ κυρίῳ νυμφεύσασθαι εὑρίσκει τὴν Ῥεβέκκαν ἐπὶ τοῦ φρέατος, καὶ γάμος ὁ μέλλων ποιεῖν τὸ γένος Χριστοῦ ἐφ' ὕδατος ἔλαβε τὴν ἀρχὴν καὶ τὴν πρώτην συνθήκην. οὐ μὴν ἀλλὰ καὶ αὐτὸς ὁ Ἰσαάκ, ἡνίκα ταῖς ἀγέλαις ἐφεστήκει, πανταχοῦ τῆς ἐρημίας ὤρυσσε φρέατα, ἅπερ ἐνέφραττον καὶ κατεχώννυον οἱ ἀλλόφυλοι εἰς τύπον τῶν εἰς ὕστερον ἀσεβῶν, ὅσοι τὴν τοῦ βαπτίσματος χάριν ἐκώλυον καὶ ἀνεστόμουν ζυγομαχοῦντες πρὸς τὴν ἀλήθειαν· ἀλλ' ὅμως οἱ μάρτυρες καὶ οἱ ἱερεῖς φρεωρυχοῦντες ἐνίκησαν καὶ πᾶσαν τὴν οἰκουμένην τὸ τοῦ βαπτίσματος δῶρον ἐπέκλυσεν.

Κατὰ τὴν αὐτὴν δὲ τοῦ λόγου δύναμιν σπεύδων καὶ ὁ Ἰακὼβ ἐπὶ μνηστείαν ἀδοκήτως ἐπὶ τοῦ φρέατος συνήντησε τῇ Ῥαχήλ. ἐπέκειτο δὲ λίθος μέγας τῷ φρέατι, ὃν πλῆθος ποιμένων συνιὸν ἀπεκύλιον εἶθ' οὕτως ἑαυτοῖς καὶ τοῖς προβάτοις ὑδρεύοντο, ὁ δὲ Ἰακὼβ μόνος ἀποκυλίει τὸν λίθον 9.232 καὶ ποτίζει τῆς μνηστῆς τὰ πρόβατα. αἴνιγμα οἶμαι τὸ πρᾶγμα καὶ σκιὰ τοῦ μέλλοντος. τίς γὰρ ὁ ἐπικείμενος λίθος ἢ αὐτὸς ὁ Χριστός; περὶ οὗ φησιν Ἠσαΐας· Καὶ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἔντιμον, ἐκλεκτόν· καὶ ∆ανιὴλ ὁμοίως· Ἐτμήθη λίθος ἄνευ χειρός, τουτέστιν ἐγεννήθη Χριστὸς ἄνευ ἀνδρός. ὡς γὰρ καινόν ἐστι καὶ παράδοξον λίθον πέτρας ἀποτμηθῆναι ἄνευ λιθοτόμου καὶ ὀργάνων λιθουργικῶν, οὕτω παντὸς ἐπέκεινα θαύματος ἐξ ἀνυμφεύτου παρθένου τόκον ὀφθῆναι. ἐπέκειτο τοίνυν τῷ φρέατι ὁ λίθος ὁ νοητὸς Χριστὸς κρύπτων ἐν βάθει καὶ μυστηρίῳ τὸ τῆς παλιγγενεσίας λουτρὸν ἔτι χρόνου πολλοῦ δεόμενον εἰς ἀποκάλυψιν ὡς σχοινίου μακροῦ· οὐδεὶς δὲ τὸν λίθον ἀπεκύλισεν εἰ μὴ Ἰσραήλ, ὅς ἐστι νοῦς ὁρῶν θεόν. ἀλλὰ καὶ ἀνιμᾶται τὸ ὕδωρ καὶ ποτίζει τὰ πρόβατα τῆς Ῥαχήλ, τουτέστι μυστήριον κεκρυμμένον ἀποκαλύψας δίδωσι ζωτικὸν ὕδωρ τῇ ἀγέλῃ τῆς ἐκκλησίας· καὶ τὸ τῶν τριῶν ῥάβδων τοῦ Ἰακὼβ πρόσθες· ἀφ' οὗ γὰρ αἱ τρεῖς ῥάβδοι τῇ πηγῇ παρετέθησαν, ἐκ τότε ὁ Λάβαν ὁ πολύθεος πένης ἐγένετο, πλούσιος δὲ καὶ πολύαρνος Ἰακώβ. ἀλληγορηθήτω δὲ ὁ Λάβαν εἰς τὸν διάβολον καὶ ὁ Ἰακὼβ εἰς τὸν Χριστόν· μετὰ γὰρ τὸ βάπτισμα Χριστὸς πᾶσαν ᾖρε τὴν ἀγέλην τοῦ Σατανᾶ καὶ αὐτὸς ἐπλούτησεν. Μωϋσῆς δὲ ὁ μέγας βρέφος ὑπάρχων ἀστεῖον καὶ ὑπομάζιον ὑποπεσὼν τῇ κοινῇ καὶ σκυθρωπῇ ψήφῳ, ἣν ὁ σκληρὸς Φαραὼ κατὰ τῶν βρεφῶν τῶν ἀρρένων ἐξήνεγκεν, ἐξετέθη πρὸς ταῖς ὄχθαις τοῦ ποταμοῦ οὐ γυμνός, ἀλλ' ἐμβληθεὶς 9.233 λάρνακι (ἔδει γὰρ εἶναι τυπικῶς τὸν νόμον ἐν κιβωτῷ), ἐγγὺς δὲ κατετέθη τοῦ ὕδατος· γειτνιᾷ γὰρ ὁ νόμος τῇ χάριτι καὶ τὰ ἐφήμερα τῶν Ἑβραίων ῥαντίσματα, ἃ μικρὸν ὕστερον ἔμελλε τῷ τελείῳ καὶ θαυμαστῷ βαπτίσματι καλυφθήσεσθαι. ὡς δὲ Παύλῳ τῷ θεσπεσίῳ δοκεῖ καὶ ὁ λαὸς αὐτὸς τὴν Ἐρυθρὰν περαιωθεὶς θάλασσαν τὴν ἐξ ὕδατος σωτηρίαν εὐηγγελίζετο· παρῆλθεν ὁ λαὸς καὶ βασιλεὺς ὁ Αἰγύπτιος μετὰ τῆς στρατιᾶς ἐβυθίσθη καὶ τὸ μυστήριον διὰ τῶν ἔργων προεφητεύετο. καὶ νῦν γὰρ ἡνίκα ἂν ὁ λαὸς ἐν τῷ τῆς παλιγγενεσίας ὕδατι γένηται φεύγων τὴν Αἴγυπτον τὴν μοχθηρὰν ἁμαρτίαν, αὐτὸς μὲν ἐλευθεροῦται καὶ σῴζεται, ὁ δὲ διάβολος μετὰ τῶν ἰδίων ὑπηρετῶν (λέγω δὴ τῶν πνευμάτων τῆς πονηρίας) ἀποπνίγεται τῇ λύπῃ καὶ φθείρεται συμφορὰν ἰδίαν τὴν τῶν ἀνθρώπων σωτηρίαν ἡγούμενος.

Ἱκανὰ μὲν οὖν καὶ ταῦτα εἰς βεβαίωσιν τῆς προκειμένης πραγματείας ἡμῖν, πλὴν οὐδὲ τῶν ἑξῆς ἀμελητέον τῷ φιλο κάλῳ. πολλὰ γὰρ παθὼν ὡς ἐδιδάχθημεν ὁ τῶν Ἑβραίων λαὸς καὶ τὴν μοχθηρὰν διανύσας τῆς ἐρήμου περίοδον οὐ πρότερον τὴν γῆν τῆς ἐπαγγελίας ἀπέλαβε, πρὶν ὁδηγοῦντος Ἰησοῦ καὶ τὴν ζωὴν αὐτῷ κυβερνῶντος καὶ κατευθύνοντος εἰς τὸν Ἰορδάνην ἐπεραιώθη. Ἰησοῦς δὲ καὶ τοὺς δώδεκα λίθους ἀποθέμενος ἐν τῷ ῥεύματι πρόδηλός ἐστιν, ὅτι τοὺς δώδεκα μαθητὰς τοὺς ὑπηρέτας τοῦ βαπτίσματος προηυτρέπι ζεν. ἡ δὲ θαυμαστὴ ἱερουργία καὶ πάντα