1

 2

 3

 4

 5

5

προσφιλοσοφεῖ τῷ θεῷ. ἐλύσατο τὸ ὑπόδημα τῆς ψυχῆς, ἵνα καθαρᾷ τῇ βάσει τῆς διανοίας τῆς ἁγίας γῆς ἐπιβατεύσῃ, ἐν ᾗ καθορᾶται 9.456 θεός.

Ταύτην ἔχοντες, ἀδελφοί, τὴν παράκλησιν ὑμεῖς οἱ τὰ ὀστᾶ τοῦ Ἰωσὴφ ἐπὶ τὴν χώραν τῆς εὐλογίας μετακομίζοντες ἀκούσατε τοῦ Παύλου παρεγγυῶντος· Μὴ λυπεῖσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. εἴπατε τῷ ἐκεῖ λαῷ, διηγήσασθε τὰ καλὰ διηγήματα. εἴπατε τὸ ἀπιστούμενον θαῦμα, πῶς εἰς θαλάσσης ὄψιν καταπυκνωθέντες ὁ μυριάνθρωπος δῆμος ἓν ἦν κατὰ τὸ συνεχὲς σῶμα οἱ πάντες οἷόν τι ὕδωρ περὶ τὴν τοῦ σκηνώματος πομπὴν πελαγίζοντες· πῶς ὁ καλὸς ∆αβὶδ πολυμερῶς καὶ πολυτρόπως εἰς μυρίας τάξεις ἑαυτὸν καταμερίσας ἐν ἑτερογλώσσοις καὶ ὁμογλώσσοις περὶ τὸ σκῆνος ἐχόρευεν· πῶς ἑκατέρωθεν οἱ τοῦ πυρὸς ποταμοὶ τῇ συνεχείᾳ τῶν λαμπάδων οἷόν τις ὑδάτων ὁλκὸς ἀδιασπάστως ῥέοντες, ἕως οὗ δυνατὸν ἦν ὀφθαλμῷ λαβεῖν, παρετείνοντο. εἴπατε τοῦ λαοῦ παντὸς τὴν προθυμίαν, τῶν ἀποστόλων τὴν συσκηνίαν· πῶς τὰ σουδάρια τῶν χρωτῶν αὐτοῦ εἰς φυλακτήρια τῶν πιστῶν διετίλλετο. προσκείσθω τῷ διηγήματι βασιλεὺς σκυθρωπάζων ἐπὶ τῷ πάθει καὶ θρόνων ἐξανιστάμενος, καὶ πόλις ὅλη τῇ πομπῇ 9.457 τοῦ ἁγίου συμμεταβαίνουσα, καὶ παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. καλῶς ὁ Σολομὼν ἰατρεύει τὴν λύπην. κελεύει γὰρ οἶνον τοῖς ἐν λύπῃ διδόναι, πρὸς ὑμᾶς τοῦτο λέγων, τοὺς τοῦ ἀμπελῶνος ἐργάτας. δότε οὖν τὸν ὑμέτερον οἶνον τοῖς λυπουμένοις, οὐ τὸν τῆς μέθης ἐργάτην ἀλλὰ τὸν τὴν καρδίαν εὐφραίνοντα. ζωροτέρῳ τῷ κράματι καὶ ἀφθονωτέραις δεξιοῦσθε τοῦ λόγου ταῖς κύλιξιν, ὥστε ἡμῖν πάλιν εἰς εὐφροσύνην περιστραφῆναι τὸ πένθος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.