1

 2

 3

 4

 5

4

ἔστιν ἄλλως φλεγομένην καρδίαν καταπεφθῆναι ὑπὸ τοῦ πάθους οἰδαίνουσαν, μὴ στεναγμοῖς καὶ δακρύοις κουφιζομένην. τότε παρεμυθεῖτο τὸν χωρισμὸν ἡ τῆς ἐπανόδου ἐλπίς, νυνὶ δὲ τὸν ἔσχατον ἡμῶν χωρισμὸν ἀπεσχίσθη. χάσμα μέγα μεταξὺ αὐτοῦ τε καὶ τῆς ἐκκλησίας κατὰ τὸ μέσον ἐστήρικται. 9.452 ὁ μὲν ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ ἀναπαύεται, ὁ δὲ διακομίζων τὴν σταγόνα τοῦ ὕδατος, ἵνα καταψύξῃ τῶν ὀδυνωμένων τὴν γλῶσσαν, οὐκ ἔστιν. οἴχεται τὸ κάλλος ἐκεῖνο, σιγᾷ ἡ φωνή, μέμυκε τὰ χείλη, ἀπέπτη ἡ χάρις, διήγημα γέγονεν ἡ εὐκληρία. ἐλύπει ποτὲ καὶ τὸν Ἰσραηλίτην λαὸν Ἠλίας ἀπὸ γῆς πρὸς τὸν θεὸν ἀνιπτάμενος. ἀλλὰ παρεμυθεῖτο τὸν χωρισμὸν Ἐλισσαῖος τῇ μηλωτῇ τοῦ διδασκάλου κοσμούμενος. νυνὶ δὲ τὸ τραῦμα ὑπὲρ θεραπείαν ἐστίν, ὅτι καὶ Ἠλίας ἀνελήφθη καὶ Ἐλισσαῖος οὐχ ὑπελείφθη. ἠκούσατε τοῦ Ἰερεμίου φωνάς τινας σκυθρωπὰς καὶ γοώδεις, αἷς ἐρημωθεῖσαν τὴν πόλιν Ἱεροσολυμιτῶν κατεθρήνησεν, ὃς ἄλλα τέ τινα περιπαθῶς διεξῆλθε καὶ τοῦτό φησιν· Ὁδοὶ Σιὼν πενθοῦσιν. ταῦτα τότε μὲν εἴρηται, νῦν δὲ πεπλήρωται. ὅταν γὰρ περιαγγείλῃ τὸ πάθος ἡ φήμη, τότε πλήρεις ἔσονται αἱ ὁδοὶ τῶν πενθούντων καὶ προχυθήσονται οἱ ὑπ' αὐτοῦ ποιμαινόμενοι τὴν τῶν Νινευϊτῶν φωνὴν ἐπὶ τοῦ πάθους μιμούμενοι, μᾶλλον δὲ κἀκείνων ἀλγεινότερον ὀδυνώμενοι. τοῖς μὲν γὰρ ὁ θρῆνος τὸν φόβον ἔλυσεν, τούτοις δὲ λύσις οὐδεμία τῶν κακῶν ἀπὸ τῶν θρήνων ἐλπίζεται. οἶδά τινα 9.453 τοῦ Ἰερεμίου καὶ ἄλλην φωνὴν ταῖς βίβλοις οὖσαν τῶν ψαλμῶν ἐναρίθμιον, ἣν ἐπὶ τῇ αἰχμαλωσίᾳ τοῦ Ἰσραὴλ ἐποιήσατο, ὅτε ἐπὶ τῶν Βαβυλωνίων ποταμῶν καθήμενοι τὴν μνήμην τῶν ἰδίων ἀγαθῶν ἀπεκλάοντο. φησὶ δὲ ὁ λόγος ὅτι Ἐν ἰτέαις ἐκρεμάσαμεν ἑαυτῶν τὰ ὄργανα, σιωπὴν ἑαυτῶν τε καὶ τῶν ὀργάνων καταδικάσαντες. ἐμὴν ποιοῦμαι τὴν ᾠδὴν ταύτην. ἐὰν γὰρ ἴδω τὴν αἱρετικὴν σύγχυσιν (Βαβυλὼν δέ ἐστιν ἡ σύγχυσις) καὶ ἐὰν ἴδω τοὺς πειρασμοὺς τοὺς διὰ τῆς συγχύσεως ῥέοντας, ταῦτα ἐκεῖνά φημι τὰ Βαβυλώνια ῥεύματα, οἷς προσκαθήμενοι κλαίομεν, ὅτι τὸν διάγοντα ἡμᾶς διὰ τούτων οὐκ ἔχομεν. κἂν τὰς ἰτέας εἴπῃς καὶ τὰ ἐπὶ τούτων ὄργανα, ἐμὸν καὶ τοῦτο τὸ αἴνιγμα. ὄντως γὰρ ἐν ἰτέαις ὁ βίος. δένδρον γὰρ ἄκαρπον ἡ ἰτέα ἐστίν. ἡμῶν δὲ ἀπερρύη τῆς ζωῆς ὁ γλυκὺς καρπός. οὐκοῦν ἰτέαι γεγόναμεν ἄκαρποι ἀργὰ καὶ ἀκίνητα τὰ τῆς ἀγάπης ὄργανα ἐπὶ τῶν ξύλων κρεμάσαντες.

Ἐὰν ἐπιλάθωμαί σου, φησίν, Ἰερουσαλήμ, ἐπιλησθείη ἡ δεξιά μου. δότε μοι μικρὸν ὑπαλλάξαι τὸ γεγραμμένον, ὅτι οὐχ ἡμεῖς τῆς δεξιᾶς, ἀλλ' ἡ δεξιὰ ἡμῶν ἐπιλέλησται, καὶ ἡ γλῶσσα τῷ ἰδίῳ λάρυγγι κολληθεῖσα 9.454 τὰς τῆς φωνῆς διεξόδους ἀπέφραξεν, ἵνα μηκέτι ἡμεῖς τῆς γλυκείας ἐκείνης φωνῆς πάλιν ἀκούσωμεν. Ἀλλ' ἀποψήσασθέ μοι τὰ δάκρυα. αἰσθάνομαι γὰρ πέρα τοῦ δέοντος ἐπὶ τῷ πάθει γυναικιζόμενος. οὐκ ἀπήρθη ἀφ' ἡμῶν ὁ νυμφίος, μέσος ἡμῶν ἕστηκεν, κἂν ἡμεῖς μὴ βλέπωμεν. ἐν τοῖς ἀδύτοις ὁ ἱερεύς· εἰς τὰ ἐνδότερα τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός. κατέλιπε τὸ τῆς σαρκὸς παραπέτασμα. οὐκέτι ὑποδείγματι καὶ σκιᾷ τῶν ἐπουρανίων λατρεύει, ἀλλ' εἰς αὐτὴν βλέπει τὴν τῶν πραγμάτων εἰκόνα. οὐκέτι δι' ἐσόπτρου καὶ δι' αἰνίγματος, ἀλλ' αὐτοπροσώπως ἐντυγχάνει τῷ θεῷ, ἐντυγχάνει δὲ ὑπὲρ ἡμῶν καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. ἀπέθετο τοὺς δερματίνους χιτῶνας· οὐδὲ γάρ ἐστι χρεία τοῖς ἐν παραδείσῳ διάγουσι τῶν τοιούτων χιτώνων· ἀλλ' 9.455 ἔχει ἐνδύματα, ἃ τῇ καθαρότητι τοῦ βίου ἑαυτῷ ἐξυφήνας ἐπεκομίσατο. τίμιος ἐναντίον κυρίου τοῦ ὁσίου ὁ θάνατος, μᾶλλον δὲ οὐχὶ θάνατος, ἀλλὰ ῥῆξίς ἐστι δεσμῶν. ∆ιέρρηξας γάρ, φησίν, τοὺς δεσμούς μου. ἀπελύθη ὁ Συμεών, ἠλευθερώθη τῶν δεσμῶν τῶν τοῦ σώματος. ἡ παγὶς συνετρίβη, τὸ δὲ στρουθίον ἀπέπτη. κατέλιπε τὴν Αἴγυπτον, τὸν ἰλυώδη βίον. ἐπέρασεν οὐχὶ τὴν ἐρυθρὰν ἐκείνην, ἀλλὰ τὴν μέλαιναν ταύτην καὶ ζοφώδη τοῦ βίου θάλασσαν. εἰσῆλθεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἐπὶ τοῦ ὄρους