1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

εἰς τὰ πέρατα τῆς γῆς. Ἐκ τούτου προκύψαντες οἱ δώδεκα Ἀπόστολοι, κλάδοι ὡραῖοι καὶ εὐθαλεῖς γενηθέντες, σκέπη ἐγενήθησαν τοῖς ἔθνεσιν, ὡς πετεινοῖς οὐρανοῦ, ὑφ' ὧν κλάδων σκεπασθέντες οἱ πάντες, ὡς ὄρνεα ὑπὸ καλιὰν συνελθόντα, μετέλαβον τῆς ἐξ αὐτῶν προερχομένης ἐδωδίμου καὶ ἐπουρανίου τροφῆς. 30 Νῦν δὲ ὥσπερ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου, τοῦ πρώτως ἐκ γῆς ἀνεργάστου πεπλασμένου, ἁμαρτωλοὶ κατέστησαν οἱ πολλοὶ, καὶ ἀπέβαλον τὴν ζωήν· οὕτως ἔδει καὶ δι' ὑπακοῆς ἑνὸς ἀνθρώπου, τοῦ πρώτως ἐκ παρθένου γεγεννημένου, δικαιωθῆναι πολλοὺς, καὶ ἀπολαβεῖν τὴν σωτηρίαν. 31 Ἰώσηπός φησιν, ὅτι ἡνίκα ἐν βασιλείοις ἐτρέφετο Μωϋσῆς, στρατηγὸς χειροτονηθεὶς κατὰ τῶν Αἰθιόπων, καὶ νικήσας, ἠγάγετο τὴν τοῦ βασιλέως ἐκείνου θυγατέρα· ἐπείπερ πόθῳ τῷ πρὸς αὐτὸν προδίδωσιν αὐτῷ τὴν πόλιν. Τί δήποτε τῶν δύο λοιδορησάντων, ἐκείνη δίκας ᾐτήθη μόνη; πρῶτον, ἐπειδὴ μεῖζον ἦν τῆς γυναικὸς τὸ πλημμέλημα· τῷ ἄῤῥενι γὰρ καὶ ἡ φύσις καὶ ὁ νόμος ὑποτάττει τὸ θῆλυ· ἤτε εἶχέ τινα μετρίαν συγγνώμην ὁ Ἀαρὼν, ὡς τῷ χρόνῳ πρεσβύτερος, καὶ ὡς ἀρχιερωσύνης ἠξιωμένος. Πρὸς δὲ τούτοις ἐπεὶ ἀκάθαρτος ὁ λεπρὸς ἐδόκει εἶναι κατὰ τὸν νόμον, ῥίζα δὲ τῶν ἱερέων καὶ κρηπὶς ἦν ὁ Ἀαρὼν, ἵνα μὴ εἰς ἅπαν διαβῇ τὸ γένος τὸ ὄνειδος, τὴν ἴσην οὐκ ἐπήγαγεν αὐτῷ τιμωρίαν, ἀλλὰ διὰ τῆς ἀδελφῆς ἐφόβησεν ὁμοῦ τε καὶ ἐπαίδευσεν. Οὕτω γὰρ αὐτὸν τὸ πάθος ἠνίασεν, ὅτι πρώτης τοῦτο δεξαμένης, αὐτὸς τὸν ἠδικημένον ἱκέτευσε λῦσαι τῇ πρεσβείᾳ τὴν συμφοράν. Ὁ δὲ οὐκ ἠμέλησεν, ἀλλ' αὐτίκα τὴν ἱκετηρίαν προσήνεγκεν. Εἶτα ὁ φιλάνθρωπος Κύριος ἐδίδαξεν, ὡς οὐ καταδικαστικῶς αὐτὴν, ἀλλὰ πατρικῶς ἐπαίδευσεν· ἔφη γὰρ, Εἰ ὁ πατὴρ αὐτῆς ἐμπαίων ἐνέπαισεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται; ἑπτὰ ἡμέρας ἀφορισθήσεται ἔξω τῆς παρεμβολῆς, καὶ μετὰ ταῦτα εἰσελεύσεται. 32 Ἐπειδὴ τινὲς οὐκ οἶδ' ὁπόθεν κινηθέντες, δι' ἡμισείας τὸ δημιουργικὸν τοῦ Θεοῦ παραιροῦνται, μόνου τοῦ ποιοῦ τοῦ περὶ ὕλην αἴτιον αὐτὸν λέγοντες, ἀγέννητον αὐτὴν τὴν ὕλην εἰπόντες, φέρε πυθώμεθα αὐτῶν, τί ποτε καὶ ... ἀμετάβλητον· ἀμετάβλητος ἄρα ἡ ὕλη· εἰ ἀμετάβλητος ἡ ὕλη, τὸ δὲ ἀμετάβλητον οὐ τρέπεται κατὰ ποιότητα, οὐ κοσμοποιεῖται. ∆ι' οὗ παρέλκον αὐτοῖς φαίνεται, τὸν Θεὸν ἐπιβάλλειν ποιότητας τῇ ὕλη, ὅλως τῆς ὕλης οὐκ ἐπιδεχομένης τροπὴν, ἀγεννήτου κατ' αὐτὴν τυγχανούσης. Ἔτι εἰ ἀγέννητος ἡ ὕλη, πάντως κατὰ τινὰ ποιότητα πεποίηται, καὶ ταύτην ἄτρεπτον, οὐκ ἂν εἴη πλειόνων ποιοτήτων δεκτική· οὐδ' ἂν κοσμοποιοῖτο· μὴ κοσμοποιουμένη δὲ, ἐκτὸς ποιεῖ τὸν Θεὸν δι' ὅλων τοῦ δημιουργεῖν. 33 Καὶ ἐβαπτίσατό, φησιν, ἐν τῷ Ἰορδάνῃ ἑπτάκις. Οὐ μάτην πάλαι Ναιμὰν λεπρὸς ὢν βαπτισθεὶς ἐκαθαίρετο, ἀλλ' εἰς ἔνδειξιν ἡμετέραν· οἳ λεπροὶ ὄντες ἐν ταῖς ἁμαρτίαις διὰ τοῦ ἁγίου ὕδατος καὶ τῆς τοῦ Κυρίου ἐπικλήσεως καθαριζόμεθα τῶν παλαιῶν παραπτωμάτων, ὡς παιδία νεόγονα πνευματικῶς ἀναγεννώμενοι, καθὼς καὶ ὁ Κύριος ἔφη· ἐὰν μή τις ἀναγεννηθῇ δι' ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 34 Εἰ τὸ Ἐλισσαίου σῶμα νεκρωθὲν νεκρὸν ἤγειρε, πόσῳ μᾶλλον ὁ Θεὸς ὁ τὰ νεκρὰ σώματα τῶν ἀνθρώπων ζωοποιήσας ἄξει ἐπὶ τὴν κρίσιν; 35 Ἔστι μὲν οὖν ἡ γνῶσις ἡ ἀληθινὴ ἡ κατὰ Χριστὸν σύνεσις, ἣν ὁ Παῦλος καλεῖ τὴν σοφίαν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν ὁ ψυχικὸς ἄνθρωπος οὐ δέχεται, ὁ λόγος τοῦ σταυροῦ, οὗ ἐάνπερ τις γεύσηται, οὐ μὴ ἂν προσελεύσεται ταῖς παραδιατριβαῖς καὶ λογομαχίαις τῶν τετυφωμένων καὶ φυσιουμένων, τῶν ἃ μὴ ἑωράκασιν ἐμβατευόντων. Ἀσχημάτιστος γὰρ ἡ ἀλήθεια καὶ ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, ὡς ὁ αὐτὸς ἀπόστολος λέγει, εὐμ... τοῖς πειθομένοις. Ὁμοίους γὰρ Χριστῷ ἡμᾶς ποιεῖ, εἰ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ τὴν κοινωνίαν τῶν αὐτοῦ παθημάτων γνῶμεν. Αὕτη γάρ ἐστιν ἡ ἐπιλογὴ τῆς ἀποστολικῆς διδασκαλίας καὶ τῆς ἁγιωτάτης πίστεως τῆς ἡμῖν παραδοθείσης, ἣν οἱ ἰδιῶται δέχονται καὶ οἱ ὀλιγομαθεῖς ἐδίδαξαν, οἱ ταῖς γενεαλογίαις ταῖς ἀπεράντοις