Ταπεινωτέον δ' αὑτὸν οὐ λόγῳ μόνον ἀλλ' ἔτι καὶ τοῖς ἔργοις, ὅπως μὴ ὦμεν γόητες καὶ θῶπες, πραεῖς δὲ καὶ μὴ κόλακες. Καὶ ἔτι προσήκει τὸν ὀρθῶς πολιτευόμενον ἡσυ χάζειν τε καὶ ἀπραγμονεῖν, μὴ ὀργιζόμενον μηδὲ νείκους ἕνε κεν σιωπῶντα, σκεπτόμενον δὲ πᾶν τὸ ἐγχρῇζον, εἰ καλῶς δύναται λέγεσθαι, καὶ τότε μόλις φθεγγόμενον. Ὕμνους τε καὶ ψαλμοὺς καὶ ᾠδὰς καὶ αἶνον ·ητέον· μὴ ὥσπερ τὸν δια μαχόμενον αὐτῷ κατακρίνοντα παρακολουθεῖν ἐνίοις αἰνιγμα τωδῶς, διὰ ψαλμῳδίας τὸν πλησίον λυπεῖν, ἵνα μηδὲ δοκῇ διαφέρεσθαι, καί πως τιτρώσκειν ὥσπερ διὰ τέχνης νομίζων ἐκεῖνον ἀκατηγόρητον ποιῆται τὴν φιλονεικίαν. Ἀκουστέον δὲ καὶ τοῦ συμβουλεύοντος, οὐ μόνον διδακτέον. Πειστέον δὲ κατὰ τὸ ὅμοιον τῷ βουλομένῳ συγκαταινοῦντα αὐτῷ τὸν πλησίον γίνεσθαι. Φρονίμους δ' ὑποληπτέον εἶναι ἄλλους, καὶ τὸ συνετὸν οὐκ ἀπονεμητέον ἑαυτῷ μόνον. ∆όγματι δὲ τῆς περὶ αὑτὸν οἰήσεως οὐ κινδυνευτέον. Ἀλλ' οὐδὲ κατα φρονητέον τοῦ παιδεύοντος, ἀλλ' ἢ ὅτι μὴ ὀρθῶς φρονεῖ, τὰ περὶ αὑτοῦ διδακτέον, ἢ κἂν ἀληθεύῃ, πειστέον τε αὐτῷ καὶ ἀκολουθητέον. Φιλόνεικος γὰρ ἀνὴρ διπλασιάζει τὸ ἀδί κημα· καὶ δέον μεταθέσθαι, νικᾶν, ὥς φησιν ὁ μῦθος, τὴν Καδμείαν νίκην ἐσπούδακεν· τὸ δ' αἴτιον, ἵνα τε κενοδοξῇ καθάπερ οὐδ' ἁμαρτάνων καὶ τῷ δόγματι τῆς κινδυνώδους αὑτοῦ διαθέσεως ἐπαναπαύηται. Γελοῖοι γὰρ οἱ κεκραγότες ὁσημέραι διὰ τὸ πιστεύειν ἐπικρατεῖν τινος πράγματος· οὕστινας ἡ Ἔρις ἐμβαλοῦσα τὸ μῆλον, ἐπειδὰν εἰρηνεύειν νομίζωσιν, ταράττει, περὶ τῶν ἐν κόσμῳ διαφέρειν νομιζο μένων λαλεῖν πραγματευομένη. Μιμώδεις δὲ καὶ ἄθλιοί τινες, οἱ μηδενὸς ἀπείρως ἔχειν λέγοντες, ἀλλὰ τοῦτο μὲν τεκτονικήν, τοῦτο δὲ σκυτοτομικὴν καὶ πᾶν τὸ ὑποβαλλόμενον αὐτοῖς ἐπιτήδευμα κατὰ καιρὸν εἰδέναι φάσκοντες, καὶ πρὸς τὸν ἐπέχοντα τὸν λῆρον αὐτῶν διεχθρεύοντες. Κενόδοξοι δὲ καὶ οἱ διὰ τὸν ἀπὸ τῶν ἀνθρώπων ἔπαινον τῶν πλησίον τὰς ἐπιμελείας ποιούμενοι. Μέγας τε ὁ κίνδυνος παρὰ τοῖς τὴν ἡμέραν κυρίου ἐπικαλουμένοις· ἢ πιστεύειν γὰρ δέον, ὅπως φύγῃ τὴν κρίσιν, ἢ καὶ τῷ πλησίον ἀφιέναι, χάριν τοῦ καὶ αὐτῷ παρὰ θεοῦ γί νεσθαι τῶν ἁμαρτημάτων τὴν ἄφεσιν· οἱ δὲ τῇ παραφορᾷ τῆς ὀργῆς δεσμεύουσι καθ' ἑαυτῶν συναλλάγματα. Φυλακτέον δὲ ἔτι καὶ τήν τινων ἀλαζονείαν, οἵ, δέον ἐπανορθοῦν ἑαυτούς, πειθόμενοι τοῖς συμβουλεύουσι, πάνυ βλακωδῶς· Oὐδ' ἀπο λογοῦμαί σοι, φασίν· ἔχε ταύτην ἣν ἔχεις ὑπόνοιαν περὶ ἐμοῦ. Τί γάρ μοι λέγειν περὶ τῶν ἑαυτοῖς ἀρεσκόντων, ἐπειδάν τις αὐτοὺς βούληται νουθετεῖν; Oἳ πάνυ κοσμικῶς· Oὔτε σύ με, φασίν, σώζεις, ἀλλ' οὐδὲ κατακρίνειν ἰσχύεις. Γινώσκω δὲ ἐγὼ πολλοὺς διὰ τὸ δυσσυνείδητον καὶ τὸ μὴ καθαρὸν τῆς γνώ μης τοῖς τῶν πλησίον ἁμαρτήμασιν ἐπιχαίροντας. Καταγνω στέον καὶ τῶν ψευδομένων ὅτι μὴ χαλεπαίνουσιν, καὶ τῶν πρᾴως μὲν ὁμιλεῖν ἐπιτηδευόντων, ὑπὸ δὲ τοῦ χρώματος καὶ τῶν ὀφθαλμῶν καὶ τοῦ λεληθότος κινήματος ἤτοι κεφαλῆς ἢ