1

 2

 3

 4

 5

 6

 7

5

μηδὲ ἐκ τῆς οἰκίας πρὸς αὐτὸν ἐρχώμεθα; ὅταν μάγοι μὲν, ἄνθρωποι βάρβαροι καὶ ἀλλόφυλοι, ἐκ Περσίδος τρέχωσιν, ὥστε αὐτὸν ἰδεῖν ἐπὶ τῆς φάτνης κείμενον· σὺ δὲ ὁ Χριστιανὸς μηδὲ μικρὸν διάστημα ὑπομένῃς, ὥστε τῆς μακαρίας ταύτης ἀπολαῦσαι θεωρίας; Καὶ γὰρ, ἂν μετὰ πίστεως παραγενώμεθα, πάντως αὐτὸν ὀψόμεθα ἐπὶ τῆς φάτνης κείμενον· ἡ γὰρ τράπεζα αὕτη τάξιν τῆς φάτνης πληροῖ. Καὶ γὰρ καὶ ἐνταῦθα κείσεται τὸ σῶμα τὸ δεσποτικὸν, οὐχὶ ἐσπαργανωμένον, καθάπερ τότε, ἀλλὰ Πνεύματι πανταχόθεν ἁγίῳ περιστελλόμενον. Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα. Οἱ μὲν οὖν μάγοι προσεκύνησαν μόνον· σὺ δὲ, ἂν μετὰ καθαροῦ προσέλθῃς συνειδότος, καὶ λαβεῖν σοι αὐτὸ συγχωρήσομεν καὶ ἀπελθεῖν οἴκαδε. Πρόσιθι τοίνυν καὶ σὺ δῶρα προσάγων, μὴ τοιαῦτα οἷα ἐκεῖνοι, ἀλλὰ πολλῷ σεμνότερα. Προσήνεγκαν ἐκεῖνοι χρυσόν· προσένεγκε σὺ σωφροσύνην καὶ ἀρετήν· προσήνεγκαν ἐκεῖνοι λιβανωτόν· προσένεγκε σὺ εὐχὰς καθαρὰς, τὰ θυμιάματα τὰ πνευματικά· προσήνεγκαν ἐκεῖνοι σμύρναν· προσένεγκε σὺ ταπεινοφροσύνην καὶ τεταπεινωμένην καρδίαν καὶ ἐλεημοσύνην. Ἂν μετὰ τούτων προσέλθῃς τῶν δώρων, μετὰ ἀδείας ἀπολαύσῃ πολλῆς τῆς ἱερᾶς ταύτης τραπέζης. Καὶ γὰρ ἐγὼ διὰ τοῦτο τούτους κινῶ τοὺς λόγους νῦν, ἐπειδὴ οἶδα ὅτι πάντως πολλοὶ κατ' ἐκείνην προσελεύσονται τὴν ἡμέραν, καὶ ἐπιπεσοῦνται τῇ πνευματικῇ ταύτῃ θυσίᾳ. Ἵνα οὖν μηδὲ ἐπὶ κακῷ, μηδὲ ἐπὶ κρίματι τῆς ἡμετέρας ψυχῆς τοῦτο ποιῶμεν, ἀλλὰ ἐπὶ σωτηρίᾳ, ἐντεῦθεν ἤδη προδιαμαρτύρομαι καὶ παρακαλῶ, παντὶ τρόπῳ καθάραντας ἑαυτοὺς οὕτω προσιέναι τοῖς ἱεροῖς μυστηρίοις.

δʹ. Καὶ μή μοι λεγέτω τις, αἰσχύνης γέμω, ἁμαρτη 48.754 μάτων ἔχω τὸ

συνειδὸς πεπληρωμένον, φορτίον ἐπιφέρομαι βαρύτατον· ἱκανὴ γὰρ τῶν πέντε ἡμερῶν τούτων ἡ προθεσμία, ἐὰν νήφῃς καὶ προσεύχῃ καὶ ἀγρυπνῇς, τὸ πολὺ τῶν ἁμαρτημάτων ὑποτέμνεσθαι. Μὴ γὰρ ὅτι βραχὺς ὁ χρόνος ἴδῃς, ἀλλ' ἐκεῖνο σκόπησον, ὅτι φιλάνθρωπος ὁ ∆εσπότης· ἐπειδὴ καὶ Νινευῗται ἐν τρισὶν ἡμέραις τοσαύτην ὀργὴν ἀπεκρούσαντο, καὶ οὐδὲν ἐνεπόδισεν ἡ τοῦ καιροῦ στενοχωρία, ἀλλ' ἴσχυσεν ἡ τῆς ψυχῆς προθυμία τῆς φιλανθρωπίας ἐπιλαβομένης τοῦ ∆εσπότου τὸ πᾶν ἐργάσασθαι. Καὶ ἡ πόρνη δὲ ἐν βραχείᾳ καιροῦ ῥοπῇ προσελθοῦσα τῷ Χριστῷ, τὰ ὀνείδη πάντα ἀπενίψατο, καὶ τῶν Ἰουδαίων ἐγκαλούντων, ὅτι προσήκατο καὶ μετέδωκεν αὐτῇ παῤῥησίας τοσαύτης ὁ Χριστὸς, τοὺς μὲν ἐπεστόμισεν, ἐκείνην δὲ πάντων ἀπαλλάξας τῶν κακῶν, καὶ τῆς σπουδῆς ἀποδεξάμενος, οὕτως ἀπέπεμψε. Τί δήποτε; Ὅτι μετὰ θερμῆς διανοίας καὶ πεπυρωμένης ψυχῆς καὶ ζεούσης προσῆλθε πίστεως, καὶ τῶν ἁγίων καὶ ἱερῶν ἐκείνων ἥψατο ποδῶν, τοὺς βοστρύχους λύσασα, πηγὰς δακρύων ἐκ τῶν ὀφθαλμῶν ἀφεῖσα, τὸ μύρον κενώσασα. ∆ι' ὧν γὰρ ἐγοήτευσε τοὺς ἀνθρώπους, διὰ τούτων τὰ φάρμακα τῆς μετανοίας κατεσκεύασε· δι' ὧν ἀνεπτέρωσε τὰς τῶν ἀκολάστων ὄψεις, διὰ τούτων ἐδάκρυσε· διὰ τῶν πλοκάμων, δι' ὧν ὑπεσκέλισεν εἰς ἁμαρτίαν πολλοὺς, διὰ τούτων τοὺς πόδας ἀπέμαξε τοῦ Χριστοῦ· διὰ τοῦ μύρου, δι' οὗ πολλοὺς ἐδελέασε, διὰ τούτου τοὺς πόδας ἐκείνου ἤλειψε. Καὶ σὺ τοίνυν δι' ὧν παρώξυνας τὸν Θεὸν, διὰ τούτων ἵλεων ποίησον πάλιν.

Παρώξυνας αὐτὸν διὰ χρημάτων ἁρπαγῆς; διὰ τούτων αὐτὸν κατάλλαξον, καὶ τὰ ἁρπαγέντα ἀποδοὺς τοῖς ἠδικημένοις, καὶ ἕτερα τούτοις προσεπιδοὺς, εἰπὲ κατὰ τὸν Ζακχαῖον· ἀποδίδωμι τετραπλασίονα ὧν ἥρπασα πάντων. Παρώξυνας διὰ γλώττης καὶ λοιδορίας ὑβρίσας πολλούς; ἐξιλέωσαι διὰ γλώττης πάλιν, εὐχὰς καθαρὰς ἀναπέμπων, εὐλογῶν τοὺς λοιδοροῦντας, ἐγκωμιάζων τοὺς κακῶς λέγοντας, χάριν ὁμολογῶν τοῖς ἀδικοῦσι. Ταῦτα οὐχ ἡμερῶν δεῖται, οὐδὲ ἐνιαυτῶν πολλῶν, ἀλλὰ προαιρέσεως μόνης, καὶ ἐν μιᾷ κατορθοῦται ἡμέρᾳ. Ἀπόστηθι τῆς πονηρίας, ἐπιλαβοῦ τῆς ἀρετῆς, παῦσαι τῆς κακίας, καὶ ὑπόσχου μηκέτι ταῦτα