1

 2

 3

 4

 5

 6

 7

5

ἀνακαλεῖται καὶ σώζει. Σαυτὸν δοκίμασον, ὦ ἄνθρωπε. Τίς γὰρ χρεία ἀναγνωσμάτων; σκόπει σαυτὸν, τίς ἦς πρὸ τῆς νηστείας, καὶ τίς νηστεύων. Τῶν γὰρ πραττομένων τὰ μὲν ὕστερον φέρει τὸν καρπὸν, τὰ 62.736 δὲ ἐν αὐτῷ τῷ ἔργῳ προξενεῖ καὶ τὸν καρπόν. Ὁ κατερχόμενος εἰς θάλασσαν ἐπὶ θήραν, οὐκ ἐν τῷ καταδύειν ἔχει τὴν θήραν· ὁ δὲ νηστεύων εὐθὺς ἔχει τὸν καρπόν. Οὐκ ἔχεις γαλήνην; οὐκ ἀπήλλαξαι κυμάτων ἀπὸ οἴνου; οὐκ ἀπήλλαξαι ζάλης καὶ χειμῶνος; οὐκ ἐπιθυμεῖς ἀκοῦσαι ὅτι ἡ σὰρξ κεχαλίνωται, μὴ σκιρτῶσα, μὴ ἐρυθριῶσα. οὐκ ᾔδεις σὺ περὶ σωφροσύνης κινεῖν λόγον νῦν; οὐκ ἀκούεις ὅτι ἐνήστευσεν ὁ δεῖνα, καὶ χαίρεις; Οἱ νηστεύοντες μὴ ἐπὶ κακῷ τὴν νηστείαν νομίζετε· ὁ γὰρ κακὸν νομίζων τὴν νηστείαν, κἂν νηστεύῃ, ἐν κακίᾳ ἐστίν. Οὐκ εἰσὶν ἐν κακοῖς οἱ ἄγγελοι, μὴ χρείαν ἔχοντες τῆς παρ' ἡμῖν τρυφῆς. Οὐ κατ' ἀξίαν ἐσθίομεν, ἀλλὰ κατ' ἔνδειαν ἀποπληρούμεθα. Ὅσα κακὰ παρ' ἡμῶν γίνονται, σβέννυνται ἐν νηστείαις. Νηστείαν δὲ λέγω, οὐ μόνον τὴν ἀποχὴν τῶν τροφῶν, ἀλλ' ἣν οἶδεν Ἡσαΐας· νήστευσον, ἵνα ἀκουσθῇς. Καὶ ἐὰν εἴπῃς τῷ Θεῷ κατὰ τὸν Ἰουδαϊκὸν λόγον· Ἐνηστεύσαμεν καὶ οὐκ εἶδες· ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως· ἀσφαλίζου, μὴ ἀκούσῃς. Ἐν γὰρ ταῖς νηστείαις ὑμῶν εὑρίσκετε ὑμῶν τὰ θελήματα. Ἐὰν τὸ θέλημα Κυρίου πληρώσῃς, τὴν νηστείαν ἐποίησας. Οὐ γὰρ πραγματεία ἐστὶν ἡ νηστεία, ἵνα κερδήσωμεν μὴ ἐσθίοντες, ἀλλ' ἵνα ὃ μέλλεις ἐσθίειν φάγῃ πτωχὸς ἀντὶ σοῦ· καὶ γίνεταί σοι διπλοῦν τὸ ἀγαθὸν, καὶ ὅτι σὺ νηστεύεις, καὶ ὅτι ἄλλος οὐ πεινᾷ. Κάμνωμεν νηστεύοντες· οὔπω ἀνεσταυρώθημεν νηστεύοντες. ∆ιὰ τί ἡ νηστεία; Ἀντὶ σταυροῦ· μείζονα ἐλάβομεν, μικρὰ ἀποδιδοῦμεν. Ἐσταύρωται διὰ σὲ, καὶ διψᾷ, καὶ πίνει ὄξος μετὰ χολήν. Ἀηδὴς ἡ τροφὴ, μέγα ἡ νηστεία. Οὔπω ὅσον ἡ χολὴ, καὶ στήκεις κάμνων; οὔπω ἐκρεμάσθης ἐπὶ σταυροῦ. Μὴ ἀγνωμόνει πρὸς Ἰησοῦν, μὴ ἀπόκλαιε ὅτι νηστεύεις, ἀλλὰ ἀπόκλαιε, ὅτι ἀεὶ οὐ νηστεύεις. Τίνων ἀπεστερήθης νηστεύων; οἴνου; Οὐκ οἴνου, ἀλλὰ φλεγμονῆς, κεφαλαλγίας, ἄσθματος μοχθηροῦ. Ἐννόησον τοίνυν ἐν ποίοις εἶ, ἐν ἡσυχίᾳ, ἐν πραότητι, ἐν γαλήνῃ. Καλὸν χρῶμα ἐν νηστείαις ἐπὶ ταῖς ὄψεσιν ἐγγίνεται, ἥμερον, γαληνόν· οἴνου γὰρ χρῶμα καῦσις πυρός. Ὁ μὴ συμπάσχων τῷ Ἰησοῦ, οὐκ οἶδε τὸν Ἰησοῦν· ὁ ἀποκρουόμενος τὴν νηστείαν, οὐκ οἶδε τὸν σταυρόν. Μὴ ὡς κακῷ προσερχώμεθα τῇ νηστείᾳ, ἵνα μὴ ὡς κακὸν γένηταί σοι τὸ ὑποπτευόμενον· μηδὲ ὡς αἰσχρὸς δοῦλος Θεῷ δὲ εὑρεθήσῃ ὑπηρετῶν. Οὐδεὶς ἄχθεται ἐν ἑορταῖς, εἰ μὴ ὁ ἀγνοῶν τὴν δύναμιν τῶν ἑορτῶν. Ὅτε ἑορταὶ τότε μᾶλλον φαιδρύνου. Σὺ δὲ μᾶλλον τοὐναντίον ποιεῖς· ὅτε ἦς ἄγγελος, τότε χαλεπαίνεις. Οὐκ οἶδας τὸ μεταξύ; Ὅτε ἡ φύσις τὸν γάμον ἀπαιτεῖ, οὐ γαμεῖς ὑπὲρ φύσιν. Εὐλαβοῦ ἐν γάμῳ· εἰ τιμᾷς τὰς νηστείας, τὰς ἡμέρας τῶν νηστειῶν γενοῦ ἄγγελος. Οὐ διαβάλλω τὸν γάμον, προκρίνω δὲ τὴν νηστείαν. Ἃ ἐφάγομεν πρὸ τῆς νηστείας, οὐ μένει μεθ' ἡμῶν. Τί οὖν ἀσχολούμεθα ἐπὶ τὰ μὴ παρόντα; ὅλη ἡ ἡδονὴ τῶν βρωμάτων, ἕως τοῦ καταπιεῖν ἐστιν· ἐπὰν δὲ παρέλθῃ τὸ γευστικὸν χωρίον, γέγονεν ὡς οὐκ ἦν. Ἡ νηστεία δὲ οὐ μαραίνεται, οὐ χωρεῖ ἐν κοιλίᾳ, οὐδὲ διὰ κοιλίας εἰς σκύβαλον μεταβάλλεται· ἀθανασίας γάρ ἐστι πρόξενος, μετ' ἀγγέλων τὸ διαίτημα ἔχει, ὅτι ἀγγέλων κατὰ τὸ δυνατόν ἐστι μίμησις. Ἀκηδιάζεις, ὅτι νήφεις; ὅτι οὐ βεβάρησαι ἀλλοτρίαις εὐπραγίαις; ὅτι ὀρθὸς ὁ λογισμός; ὅτι καθαρὰ ἡ σάρξ; ὅτι ἀνθεῖ ἡ διάνοια; ὅτι ἀκούεις τῆς Γραφῆς μετὰ χαρᾶς; ὅτι τὰ ἀπόῤῥητα σιωπᾷς, καὶ οὐκ εἶ ἄνθρωπος, ἀλλὰ σχεδὸν ἄγγελος; Ἑορτὴ Κυρίου τοῦ καλέσαντος ἡμᾶς εἰς γάμον πνευματικὸν, τοῦ εἰσελθόντος ἰδεῖν τοὺς ἀνακειμένους· μή τις ἀλλοτρίοις ἱματίοις ἔχων εἰσέλθῃ. Ἱμάτια δεῖ γάμῳ ἐπιφέρεσθαι καθαρὰ καὶ ἀμόλυντα καὶ ἅγια πρὸς γάμους ἁγίους καὶ ἀμολύντους, φαιδρὰ ἔξωθεν, καὶ ἔσωθεν λαμπρά. Ἡσυχαζέτω καὶ ὁ γάμος, καὶ τὴν παραγγελίαν τοῦ ἀποστόλου κατὰ νουθεσίαν ἐχέτω ἕκαστος, τοῦ ἐκ