1

 2

 3

 4

 5

 6

5

τί δὲ ἐπὶ τὸν τράχηλον, οὐχὶ δὲ ἐπὶ ἄλλο μέρος; Ἀναγκαίως ἐπὶ τοὺς τραχήλους αὐτῶν ἔκλαυσε, τοὺς ἀποβαλόντας τὸν ζυγὸν τῆς φιλαδελφίας. Εἶδες πραότητα καὶ εὐλάβειαν ἀνδρός; Ἀλλά φασί τινες περὶ τοῦ Ἰωσὴφ, ὡς ἀπὸ ἀνάγκης συσχεθεὶς καὶ ἐν ξένοις τόποις αὐλιζόμενος, καὶ μὴ ἔχων ἀνθρωπίνην βοήθειαν, ἢ τὸν προστατεύοντα, τούτου χάριν τὴν πραότητα καὶ τὴν ταπεινοφροσύνην ἐπεδείξατο. Πρόσεχε οὖν ὁ ταῦτα λέγων· αὐτὸς γὰρ ὁ Ἰωσὴφ ἀπὸ διαθέσεως οἰκείας τὴν πατρικὴν εὐλάβειαν περιέθετο τοῦ Ἰωσὴφ μνήμη, καὶ φωτὸς παρουσία. Ὁ γὰρ τοῦ φωτὸς ∆εσπότης Χριστὸς ἐκ τοῦ σκότους τῆς φυλακῆς τοῦτον ἠλευθέρωσε. ∆ιὸ περιττολογεῖς, ἄνθρωπε, οὐ δικαιολογεῖς, ὁ λέγων ὅτι ὁ Ἰωσὴφ ἀπὸ ἀνάγκης ὑπῆρχεν εὐλαβὴς καὶ ἀνεξίκακος. Οὕτω γὰρ πρὸ νόμου ὑπῆρχε φιλόθεος ὁ Ἰωσὴφ καὶ νόμου τηρητὴς, ὅτι καὶ κολακευόμενος παρὰ τῆς ἑαυτοῦ δεσποίνης, ἐμυσάττετο τῆς μοιχείας τὸ δρᾶμα. Μὴ γὰρ τότε νόμος ἦν δοθεὶς, ὁ κελεύων, Μὴ μοιχεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς; οὐχὶ αὐτὸς ἑαυτοῦ νόμος γινόμενος, καὶ φυσικῷ κριτηρίῳ προσπλακεὶς ἔφυγε γυμνὸς ἐξ αὐτῆς, ἵνα τὴν δεσποτικὴν μὴ μολύνῃ κοίτην; οὐχὶ ἡ τούτου δέσποινα παρεκάλει αὐτὸν ἀναιδῶς, καὶ δέλτους ἐλευθερίας αὐτῷ δώσειν ὑπισχνεῖτο, καὶ πάντων τῶν αὐτῆς δεσπότην καταστήσειν, εἰ συγκατάθηται τῷ σπουδαζομένῳ; οὐχὶ ὅσον ἐκείνη προέτρεχε, τοσοῦτον οὗτος ἔκαμπτε, κατὰ τὴν τοῦ Κυρίου φωνὴν ἑαυτὸν εὐνουχίσας, οὐ ξίφει, ἀλλὰ πίστει; οὐχὶ ταῦτα τὰ ῥήματα ἔλεγε πρὸς αὐτὴν ὁ δίκαιος· Εἰ ὁ Κύριός μου, δέσποινα, οὐ γινώσκει τι τῶν ἐν τῷ οἴκῳ αὐτοῦ, ἀλλὰ πάντα ἐνεπίστευσεν ἐν τῇ χειρί μου, καὶ οὐδὲν ὑφαιρεῖται ἀπ' ἐμοῦ, πλὴν σοῦ, διὰ τό σε γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ πονηρὸν τοῦτο ἁμάρτημα ἐνώπιον τοῦ Θεοῦ; μὴ γὰρ οὐ πάρεστιν ὧδε ὁ τῶν πατέρων μου Θεός; μὴ γὰρ ἄλλος ἐν τῇ Χαναὰν Θεὸς, καὶ ἄλλος ἐν Αἰγύπτῳ, εἰ καὶ ὑμεῖς ἀγνοεῖτε; μὴ γὰρ οὐκ ἔστιν ἐποπτική τις δύναμις ἡ θεωροῦσα τὸν ἀδικοῦντα τὸν πέλας; μὴ γὰρ, τοῦ ἀνδρός σου ἔξω τυγχάνοντος, καὶ ὁ Θεός μου συναπεδήμησεν; Ὁ σὸς ἀνὴρ, γύναι, ἐμὸς δεσπότης ὢν, πᾶσαν τὴν ὕπαρξιν αὐτοῦ ἐπίστευσεν ἐν τῇ χειρί μου, κἀγὼ τὴν πλευρὰν αὐτοῦ συλήσω; ἕνα ἑνὶ συνέζευξε· μὴ γὰρ μίαν πολλοῖς, ἢ ἑνὶ πολλάς; Ἡσύχασον, δέσποινα· οἶδα γὰρ τὸν ὑφάπτοντά σε κατ' ἐμοῦ. Οὐ σύ 62.764 με πολεμεῖς, ἀλλ' ὁ τοὺς ἀδελφούς μου κατ' ἐμοῦ ὁπλίσας διάβολος. Ἅπαξ γὰρ τοῦ πατρός με ἀλλοτριώσας, σπεύδει καὶ τοῦ Θεοῦ ἀποστῆσαι· ἄνω καὶ κάτω κυκλοῖ, ὅπως ξένον με τῶν ὀνείρων ποιήσῃ. Ἡσύχασον τοίνυν· ἄμεινον γὰρ ὄνομα, καὶ μὴ πρᾶγμα βαστάζειν μοιχοῦ. Ἐάν σοι μὴ πεισθῶ, τὸ σῶμα μαστίζομαι· ἐὰν δὲ τοῦ Θεοῦ μου παρακούσω, τὸ συναμφότερον κολασθήσομαι. Ἔγνω γὰρ τὸν λέγοντα· Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι. Ταῦτα εἴρηται πρὸς ἀπόδειξιν τῆς πραότητος καὶ ἀνεξικακίας τοῦ σώφρονος Ἰωσήφ. Ἄκουε δὲ αὐτοῦ καὶ τὴν ἄλλην πραγματείαν. Ἴστε γὰρ πάντες σαφῶς, ὅτι συκοφαντίᾳ τῆς Αἰγυπτίας τὴν φυλακὴν οἰκήσας, ψήφῳ δὲ θείας προνοίας τῆς Αἰγύπτου βασιλεύσας, καὶ ἤδη λοιπὸν τῶν ὀνείρων αὐτοῦ, μᾶλλον δὲ τῶν ἀποκαλύψεων, τὴν ἔκβασιν ἐπιδεικνύντων, καὶ τῶν ἀδελφῶν αὐτοῦ κατελθόντων εἰς τὴν Αἴγυπτον διὰ τὴν τῶν ἀναγκαίων σπάνιν, θεασάμενος τούτους ὁ Ἰωσὴφ, καί γε βασιλεὺς ὑπάρχων, καὶ πάσης τῆς Αἰγύπτου δεσπόζων, οὐκ ἐγύμνωσε ξίφος, οὐκ ἐν φυλακῇ κατέκλεισεν, οὐ λιμῷ κατέτηξεν, οὐ πληγὰς ἐπέθηκε, οὐχ ὡς θῆρας τοὺς μὴ ἐλεήσαντας ἑαυτὸν κατενόησεν, οὐχ ὑπεμνήσθη τοῦ χιτῶνος τὸν διασπαραγμὸν, οὐ τοῦ λάκκου τὸν βόθυνον, οὐ τῆς δουλείας τὸ ὀνικὸν, οὐ τοῦ φθόνου τὸν τῦφον, οὐ τῆς μισαδελφίας τὸν καπνὸν, οὐ τῆς πατρικῆς ζημίας τὸν φόρτον, οὐ τοῦ ὁμομητρίου ἀδελφοῦ Βενιαμὶν τὴν ἀλλοτρίωσιν· ἀλλὰ πάντα τὰ λυποῦντα ἐκποδὼν ποιήσας, ἀπειλὴν μετὰ πραότητος συζεύξας,