1

 2

 3

 4

 5

 6

 7

 8

5

ἐπιστήμης ἐξήρτηται, καὶ τοσοῦτον ἐν τούτῳ κρείττων ἀνδρὸς ἡ γυνὴ ὅσον τῶν ἀτέχνων οἱ τεχνῖται ἐν οἷς εἰσι τεχνῖται, τί περιττῶς τὸ δέος τοῦτο δεδοίκαμεν; Τὸ μὲν γὰρ προσοδεύειν ἔξωθεν καὶ συνάγειν ἀνδρῶν μόνον ἐστί, γυναῖκας δὲ κερδαίνειν οὐ θέμις· τὸ δὲ τὰ συναχθέντα διατηρεῖν καὶ φυλάττειν ταύτης μόνης ἐστίν. Ὥστε, εἰ καὶ δοκεῖ πλέον εἶναι τὸ κτήσασθαι τοῦ φυλάξαι, ἀλλ' ὅμως ἄνευ τούτου κἀκεῖνο ἄχρηστον γίνεται καὶ περιττόν· πολλάκις δὲ καὶ τούτου προσόντος ἐκεῖνο οὐ μόνον οὐδὲν ὤνησεν, ἀλλὰ καὶ τὰ πάντα διέφθειρεν. Ἐπειδὴ γὰρ πρᾶγμά ἐστι δυσχερὲς κερδαίνοντα ἔξωθεν ἄνδρα δίκαια κέρδη πορίζεσθαι-ὡς γὰρ ἐπὶ πολὺ τὰς τῶν ἀλλοτρίων οὗτοι πραγματεύονται συμφοράς-, καὶ τῇ τῆς γυναικὸς τέχνῃ καὶ τῇ οἰκονομίᾳ πολλάκις ἐλυμήναντο τὰ ἀδίκως καὶ μετὰ βίας εἰς τὰς χεῖρας ἀχθέντα τὰς ἐκείνης. Ὥστε, εἰ καὶ μεῖζον τὸ κτήσασθαι τοῦ φυλάξαι, ἑτέρῳ δείκνυται τρόπῳ ἔλαττον τοῦτο, ὅταν μὴ μόνον μηδὲν συντελῇ εἰς τὴν τῶν ὄντων προσθήκην, ἀλλὰ καὶ διαφθείρῃ τὰ ἀποκείμενα. Τί οὖν δέδοικεν ἡ χήρα μὴ παρὰ τὴν ἀπουσίαν τοῦ ἀνδρὸς χεῖρον διαθῇ τὰ κατὰ τὴν οἰκίαν ἧς καὶ ζῶντος ἐκείνου τὴν ἐπιμέλειαν εἶχεν αὐτή; Ἀλλ' εὐκολώτερον, φησί, μεταχειριεῖται, διὰ τὸν ἐκείνου φόβον οὐδενὸς ἀντιπίπτοντος, οὐδὲ δυσκολίαν παρέχοντος. Καὶ γὰρ οἰκέται καὶ οἰκονόμοι καὶ ἐπίτροποι πάντες κατεπτήχασι, καὶ μετὰ πολλῆς ὑπακούουσι τῆς πειθοῦς, καὶ ὁ ἀντιλέγων οὐδείς· ὅταν δὲ ὁ φοβῶν ἀπέλθῃ, ἅπαντες ἐπεμβαίνουσι τῇ χήρᾳ, κακουργοῦσι, καταθρασύνονται, πάντα συγχέουσι καὶ διασπῶσι· κἂν ἐπέλθῃ καὶ ἀμύνηται, στρεβλοῦσα, μαστίζουσα, εἰς δεσμωτήριον ἐμβάλλουσα, καταγνώσεις, λοιδορίαι, κατηγορίαι παρὰ τῶν πολλῶν. Ἂν δὲ τὰς πρὸς τὸν ἀπελθόντα συνθήκας πατήσῃ καὶ τῆς φιλίας ἐπιλάθηται τῆς ἐκείνου, καὶ τὴν ἑσπέραν καθ' ἣν πρῶτον αὐτῇ συνήπτετο, καὶ τὸν κρότον, καὶ τὸν ὑμέναιον, καὶ τὰς γαμηλίους δᾷδας, καὶ τὰς πρώτας περιπλοκάς, καὶ τὰς τραπέζας, καὶ τῶν ἁλῶν ὧν αὐτῇ παρὰ πάντα τὸν χρόνον ἐκοινώνησε, καὶ ῥημάτων ὧν εἰκὸς γυναῖκα ἀπολαύειν παρὰ ἀνδρός· ἂν ταῦτα ῥίψῃ πάντα ἐξαίφνης ὡς οὐδὲ γεγενημένα, ἑτέρῳ τὰς θύρας ἀναπετάσασα τῆς οἰκίας, καὶ πρὸς τὴν εὐνὴν αὐτὸν ἕλκῃ τὴν ἐκείνου τὴν πάντα τὰ πρότερα συνειδυῖαν, ἂν ταῦτα ποιῇ, οὐδεὶς ὁ μεμφόμενος οὐδὲ ἐγκαλῶν; οὐδεὶς ὁ μισήσων καὶ ἄστοργον καὶ ἄπιστον καὶ ἄσπονδον καὶ πάντα τὰ τοιαῦτα προσερῶν; Μὴ γάρ, ἐπειδὴ συνεχώρησεν ὁ μακάριος Παῦλος τὸ πρᾶγμα, ἤδη αὐτὸ καὶ ἐπαίνων ἄξιον εἶναι νόμιζε, καὶ καταγνώσεως ἀπηλλάχθαι τῆς παρὰ τῶν πολλῶν. Κολάσεως μὲν γὰρ καὶ τιμωρίας ἐστὶν ἐκτός, ἐπαίνων δὲ καὶ ἐγκωμίων οὐκ ἂν δύναιτο κοινωνεῖν. Καὶ γὰρ τὸ κατωφερῆ τινα καὶ λάγνον εἶναι, καὶ μήτε ἐν καιρῷ τῆς νηστείας, μήτε ἐν ἄλλῳ τινὶ τῆς γυναικὸς ἀπέχεσθαι, κολάσεως μὲν καὶ αὐτὸ πόρρω καὶ μακράν, οὐ μὴν ἐπαίνων ἐγγύς· αὐτὸ γὰρ τὸ συγκαταβῆναι τοσοῦτον, οὐδὲν ἕτερόν ἐστιν ἢ σημεῖον ἀσθενείας καὶ ἀπροσεξίας πολλῆς. Ὥστε εἰ δέδοικας μὴ θρασύτητος δόξαν λάβῃς διὰ τὴν τῶν οἰκετῶν ἐπιτίμησιν, πρὸ τούτου δεδοικέναι χρὴ μὴ λαγνείας καὶ ἀσωτίας καὶ ἀπιστίας δόξαν προστρίψῃ τοσαύτην. Χωρὶς δὲ τούτων τῇ χήρᾳ τὸ πρᾶγμα ἄμεινον ἐξέσται μετελθεῖν, ὥστε καὶ ἐν ἀσφαλείᾳ αὐτῇ τὰ πολλὰ πράγματα εἶναι, καὶ μὴ μόνον μὴ ψέγεσθαι ἀλλὰ καὶ ἐπαινεῖσθαι παρὰ πάντων, καὶ πρὸ τούτου τῶν ἀγαθῶν ἐπιτυχεῖν τῶν παρὰ τοῦ Θεοῦ. Ἂν γὰρ θελήσῃ παρακαταθέσθαι τὰ χρήματα τῷ οὐρανῷ καὶ εἰς τὸν ἄσυλον αὐτὰ κατορύξῃ τόπον ἐκεῖνον, οὐ μόνον οὐκ ἐλαττωθήσεται, ἀλλὰ καὶ πολλῷ πλείω γενήσεται. Τοιοῦτος γὰρ οὗτος ὁ σπόρος. Εἰ δὲ ἐλάττων ἐστὶ τοῦ χωρῆσαι μέχρι τῆς νομοθεσίας ἐκείνης καὶ πάντα ἀθρόως οὐ βούλεται μεταθεῖναι, λογιζέσθω πάλιν ἐκεῖνο, ὅτι καὶ ἄνδρα λαβοῦσα οὐ πάντως λήψεται τοιοῦτον, οἷον καὶ προσθεῖναι τοῖς οὖσιν· ἂν