1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

5

αἵματος τιμὴν οὐκ ἔχοντος. Τί λαμβάνεις τριάκοντα ἀργύρια, ὦ Ἰούδα; ∆ωρεὰν ἦλθεν ὁ Χριστὸς ἐκχέαι τὸ αἷμα τοῦτο ὑπὲρ τῆς οἰκουμένης, ὑπὲρ οὗ σύμφωνα σὺ ποιεῖς καὶ συναλλάγματα ἀναιδῆ. Τί γὰρ ἀναιδέστερον τοῦ συναλλάγματος τούτου;

δʹ. Τότε προσῆλθον οἱ μαθηταί. Τότε· πότε; Ὅτε ταῦτα ἐγένετο, ὅτε ἡ προδοσία προεχώρησεν, ὅτε ἑαυτὸν ἀπώλεσεν ὁ Ἰούδας, Προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Εἶδες μαθητήν; εἶδες μαθητάς; Ἐκεῖνος προδίδωσι τὸν ∆εσπότην, οὗτοι περὶ τὸ Πάσχα μεριμνῶσιν· ἐκεῖνος σύμφωνα ποιεῖ, οὗτοι πρὸς ὑπηρεσίαν παρεσκεύαζον. Τῶν αὐτῶν ἀπέλαυσαν κἀκεῖνος καὶ οὗτοι θαυμάτων, τῶν αὐτῶν διδαγμάτων, τῆς αὐτῆς ἐξουσίας· πόθεν οὖν ἡ μεταβολή; Ἀπὸ τῆς προαιρέσεως· αὕτη πάντων αἰτία πανταχοῦ καὶ τῶν ἀγαθῶν καὶ τῶν κακῶν. Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Ἡ ἑσπέρα αὕτη ἦν τότε· ἐπεὶ οὖν οἰκίαν οὐκ εἶχεν ὁ ∆εσπότης, διὰ τοῦτο αὐτῷ λέγουσι· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Οὐκ ἔχομεν καταγώγιον ὡρισμένον, οὐκ ἔχομεν σκηνὴν, οὐδὲ οἰκίαν. Μανθανέτωσαν οἱ τὰς λαμπρὰς οἰκοδομοῦντες οἰκίας, καὶ τὰς εὐρείας στοὰς, καὶ τοὺς μακροὺς περιβόλους, ὅτι οὐκ εἶχεν ὁ Χριστὸς ποῦ τὴν κεφαλὴν κατακλῖναι. ∆ιὸ ἐρωτῶσιν οὗτοι· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Ποῖον Πάσχα; Οὐχὶ τοῦτο τὸ ἡμέτερον, ἀλλὰ τὸ Ἰουδαϊκὸν τέως· ἐκεῖνο μὲν γὰρ οἱ μαθηταὶ παρεσκεύασαν, τοῦτο δὲ τὸ ἡμέτερον αὐτὸς κατεσκεύασεν· οὐ μόνον δὲ αὐτὸς αὐτὸ κατεσκεύασεν, ἀλλὰ καὶ αὐτὸς Πάσχα ἐγένετο. Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Ἐκεῖνο Ἰουδαϊκὸν ἦν τὸ Πάσχα, ἐκεῖνο ἐν Αἰγύπτῳ τὴν ἀρχὴν ἔλαβε. Τίνος οὖν ἕνεκεν τρώγει αὐτὸ ὁ Χριστός; Ὅτι πάντα τὰ νομικὰ ἐπλήρωσε. Καὶ γὰρ ὅτε ἐβαπτίζετο, ἔλεγεν· Οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἦλθον ἐκ τῆς τοῦ νόμου κατάρας ἐξαγοράσαι τὸν ἄνθρωπον. Ὁ γὰρ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν ἔπεμψε γεννώμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, καὶ αὐτὸν ἀναπαύσῃ τὸν νόμον. Ἵνα οὖν μή τις λέγῃ, ὅτι διὰ τοῦτο αὐτὸν κατήργησεν, ἐπειδὴ πληρῶσαι αὐτὸν οὐκ ἠδύνατο, ὡς φορτικὸν καὶ ἐπαχθῆ καὶ δυσκατόρθωτον ὄντα, πρῶτον αὐτοῦ πληρώσας ἅπαντα, τότε κατέλυσε. ∆ιὰ τοῦτο καὶ τὸ Πάσχα ἐποίησε· νόμου γὰρ ἦν ἐπίταγμα τὸ Πάσχα. Καὶ τίνος ἕνεκεν ὁ νόμος ἐπέταξε τὸ Πάσχα ἐσθίειν; Ἀγνώμονες ἦσαν περὶ τὸν 49.379 εὐεργέτην οἱ Ἰουδαῖοι, καὶ παρ' αὐτὰς τὰς εὐεργεσίας ἐπελανθάνοντο τοῦ προστάγματος τοῦ Θεοῦ. Καὶ γὰρ ὅτε ἐξῆλθον ἐξ Αἰγύπτου, ἰδόντες θάλασσαν σχιζομένην καὶ συνιοῦσαν πάλιν, καὶ ἄλλα μυρία θαύματα, ἔλεγον· Ποιήσωμεν ἑαυτοῖς θεοὺς, οἳ προπορεύσονται ἡμῶν. Τί λέγεις; τὰ θαύματα ἐν χερσὶν ἔτι, καὶ ἐπελάθου τοῦ εὐεργέτου; Ἐπεὶ οὖν οὕτως ἦσαν ἀναίσθητοι καὶ ἀγνώμονες, τῇ ὑποθέσει τῶν ἑορτῶν ἐγκατέδησε τῶν δωρεῶν τὰ ὑπομνήματα ὁ Θεὸς, καὶ διὰ τοῦτο καὶ τὸ Πάσχα θύειν ἐκέλευσεν, Ἵνα, ἐάν σε ἐρωτήσῃ, φησὶν, ὁ υἱός σου, Τί ἐστι τὸ Πάσχα τοῦτο; εἴπῃς, ὅτι Τοῦ προβάτου τὸ αἷμα ἐπέχρισαν ταῖς θύραις ποτὲ ἡμῶν οἱ πρόγονοι ἐν Αἰγύπτῳ, ἵνα μὴ ὁ ὀλοθρεύων ἐλθὼν καὶ ἰδὼν τολμήσῃ εἰσπηδῆσαι, καὶ ἐπαγάγῃ πληγήν. Καὶ ἦν ἡ ἑορτὴ λοιπὸν ὑπόμνησις σωτηρίας διηνεκής. Μᾶλλον δὲ οὐ τοῦτο μόνον ἐκέρδαινον, ὅτι τῶν παλαιῶν αὐτοὺς ἀνεμίμνησκεν εὐεργετημάτων, ἀλλὰ καὶ ἕτερον μεῖζον, ὅτι τὰ μέλλοντα προδιετύπου. Καὶ γὰρ τύπος ἦν ἐκεῖνος ὁ ἀμνὸς ἑτέρου ἀμνοῦ πνευματικοῦ, καὶ πρόβατον προβάτου· καὶ τὸ μὲν ἦν σκιὰ, τὸ δὲ ἀλήθεια. Ἐπειδὴ δὲ ἐπέφανεν ὁ τῆς δικαιοσύνης ἥλιος, ἡ σκιὰ λοιπὸν ἐπαύσατο· ἡλίου γὰρ ἀνίσχοντος, κρύπτεται ἡ σκιά. ∆ιὰ τοῦτο γὰρ ἐν αὐτῇ τῇ τραπέζῃ ἑκάτερον γίνεται Πάσχα, καὶ τὸ τοῦ τύπου, καὶ τὸ τῆς ἀληθείας. Καθάπερ γὰρ οἱ ζωγράφοι ἐν αὐτῷ τῷ πίνακι καὶ τὰς γραμμὰς περιάγουσι καὶ τὴν σκιὰν γράφουσι, καὶ τότε τὴν ἀλήθειαν τῶν χρωμάτων αὐτῷ ἐπιτιθέασιν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν· ἐπ' αὐτῆς τῆς τραπέζης καὶ τὸ τυπικὸν Πάσχα ὑπέγραψε, καὶ τὸ ἀληθινὸν προσέθηκε· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι