1

 2

 3

 4

 5

 6

5

ἀναχωρήσητε. Τὸ Θεὸς λέγεις, αἱρετικὲ, μεῖζον, καὶ τὸ Κύριος ἔλαττον; Ἔδειξά σοι τὸν προφήτην λέγοντα· Κύριος ὁ ποιήσας τὸν οὐρανὸν, Θεὸς ὁ κατασκευάσας τὴν γῆν. ∆είκνυμί σοι πάλιν τὸν Μωσέα λέγοντα· Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι. Πῶς εἷς, εἰ δύο εἰσὶ τὰ ὀνόματα, τὸ μὲν ἐλάττονος, τὸ δὲ μείζονος οὐσίας; Οὐ γὰρ δὴ ἡ οὐσία μείζων ἑαυτῆς καὶ ἐλάττων ἀλλ' ἴση καὶ συνημμένη· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ δεικνύω σοι, ὅτι τὸ ὄνομα τὸ Κύριος, τοῦτό ἐστι Θεός· ὅλως δὲ, εἰ καταδεέστερον τὸ Κύριος, τὸ δὲ Θεὸς μεῖζον, ποῖον ὤφειλεν αὐτοῦ ὄνομα εἶναι; Τὸ Κύριος τὸ μικρότερον, ἢ τὸ Θεὸς τὸ μεῖζον; Ἐὰν εἴπῃ· Ποῖον ὄνομά μου; τί λέγεις, ὦ αἱρετικέ; λέγεις ὅτι τὸ Κύριος τοῦ Υἱοῦ, τὸ δὲ Θεὸς τοῦ Πατρὸς, ὡς οἰκειότερον; Ἐὰν οὖν σοι δείξω τὸ Κύριος τὸ μικρὸν γνωριστικὸν αὐτοῦ, τί ποιεῖς; Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, ὁ προφήτης λέγει· μὴ εἶπε· Θεός; Καίτοι εἰ μεῖζον τὸ Θεὸς, διὰ τί οὐκ εἶπεν ὁ προφήτης, Γνώτωσαν ὅτι ὄνομά σοι Θεός; Εἰ γὰρ τὸ μὲν ἴδιον αὐτοῦ καὶ οἰκεῖον τὸ Θεὸς, ἀλλότριον δὲ 50.705 αὐτοῦ ὡς καταδεέστερον τὸ Κύριος, διὰ τί εἶπε· Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, τὸ μικρὸν, τὸ ἔλαττον, τὸ καταδεέστερον τῆς ἀξίας, καὶ οὐ λέγει ἐκεῖνο τὸ μέγα καὶ ὑψηλὸν, τὸ ἄξιον τῆς οὐσίας; Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο οὐκ ἔστι μικρὸν, οὐδὲ καταδεέστερον, ἀλλὰ τὴν αὐτὴν ἔχει ἰσχύν· Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.

δʹ. Ἀλλ' ἔτι οὐκ ἀφίστασαι τῆς μάχης, ἀλλὰ λέγεις πάλιν τὸ Θεὸς μεῖζον, τὸ δὲ

Κύριος ἔλαττον. Ἐὰν οὖν δείξω τὸν Υἱὸν τῷ ὀνόματι τῷ μείζονι καλούμενον, τί λέγεις; καταλύεις τὴν μάχην; ἀφίστασαι τῆς φιλονεικίας; ἐπιγινώσκεις σου τὴν σωτηρίαν; ἀπαλλάττῃ τῆς μανίας; συνῆκας τί εἶπον; ἐπειδὴ τὸ Κύριος ὄνομα τῷ Υἱῷ προσρίπτουσι, τὸ δὲ Θεὸς τῷ Πατρὶ ὡς μεῖζον. Ἐὰν οὖν δείξω σοι τῷ μείζονι ὀνόματι τῷ Θεὸς τὸν Υἱὸν καλούμενον, λέλυται ἡ μάχη· τοῖς γὰρ ὅπλοις σοῖς σε χειροῦμαι, καὶ τοῖς σοῖς πτεροῖς περιγίνομαί σου. Σὺ εἶπας, ὅτι τὸ Θεὸς μεῖζον, τὸ δὲ Κύριος ἔλαττον· βούλομαι δεῖξαι, ὅτι τὸ ἔλαττον οὐχ ἥρμοζε τῷ Πατρὶ, εἰ μείζων ἦν, καὶ τὸ μεῖζον οὐχ ἥρμοζε τῷ Υἱῷ, εἰ ἐλάττων ἦν ὁ Υἱός. Ἄκουσον τοῦ προφήτου λέγοντος· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης· μετὰ ταῦτα ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Τί λέγεις πρὸς τοῦτο; ἀντιλέγεις τοῖς ῥήμασι τούτοις; Ἀλλ' οὐ δύνασαι· μένει γὰρ ἡ ἀλήθεια τὴν οἰκείαν λαμπηδόνα ἐκπέμπουσα, καὶ τυφλοῦσα τὰς τῶν αἱρε 50.706 τικῶν ὄψεις τῶν μὴ θελόντων αὐτῇ πιστεῦσαι.

Εἰ καὶ βαθέα τὰ παλαίσματα, καὶ πολὺ τὸ καῦμα, ἀλλὰ μείζων ὁ λόγος καὶ τῆς δυσχερείας τῶν ἀκουόντων περιγινόμενος, καὶ τὸ καῦμα τῇ δρόσῳ τῆς διδασκαλίας παραμυθεῖται· κἂν ἅπαξ ἢ δεύτερον τῆς ἑβδομάδος συλλεγώμεθα, οὐ δεῖ ῥᾴθυμον εἶναι τὸν ἀκροατήν. Ἐὰν γὰρ ἐξέλθῃς ἐκ τῶν ὧδε, καὶ εἴπῃ σοί τις, τί ὡμίλησεν ὁ διδάσκαλος; εἴπῃς, πρὸς αἱρετικούς· ἐὰν εἴπῃ σοι, τί ὡμίλησε; καὶ μὴ εὕρῃς, αἰσχύνη σοι μεγίστη· ἐὰν δὲ εἴπῃς, δάκνεις αὐτὸν, κἄν τε αἱρετικὸς ᾖ, διορθοῖς αὐτὸν, κἄν τε φίλος ᾖ ῥᾴθυμος, ἐφέλκεις αὐτὸν, κἄν τε γυνὴ ἀκόλαστος, σωφρονεστέραν ποιεῖς· καὶ γὰρ καὶ ὑπεύθυνος εἶ τῇ γυναικί· Αἱ γυναῖκες γὰρ, φησὶν, ἐν ἐκκλησίᾳ σιγάτωσαν· εἰ δέ τι μανθάνειν θέλουσι, τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Ἐὰν εἰσέλθῃς εἰς τὴν οἰκίαν, καὶ ἐρωτήσῃ σε ἡ γυνή· Τί ἐκόμισάς μοι ἀπὸ τῆς ἐκκλησίας; εἰπὲ πρὸς αὐτὴν, οὐ κρέας, οὐδὲ οἶνον, οὐδὲ χρυσίον, οὐδὲ κόσμια τὰ τὸ σῶμα καλλωπίζοντα, ἀλλὰ λόγον σοφίζοντα διάνοιαν.

Ὅταν εἰσέλθῃς πρὸς τὴν γυναῖκα, παράθες τὴν τράπεζαν τὴν πνευματικήν· εἰπὲ πρῶτον, ὡς ἔναυλος ἡ μνήμη ἐστίν· Ἀπολαύσωμεν τῶν πνευματικῶν, καὶ τότε ἀπολαύσωμεν τῆς αἰσθητῆς τραπέζης· καὶ γὰρ ἂν οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν, καὶ τὸν Θεὸν ἕξομεν ἐν τῷ μέσῳ καὶ τὴν τράπεζαν εὐλογοῦντα, καὶ