1

 2

 3

 4

 5

 6

5

Πνεύματος ἁγίου χάρις ἐπέστη, ὑπὲρ φύσιν ἐγέννησεν· ἄλλο γὰρ φύσεως πρᾶγμα, καὶ ἄλλο χάριτος ἔργον. Θαῦμα γὰρ ἦν τὸ γινόμενον ὑπὸ Ἰωάννου· καὶ οὐ τοσοῦτον εἶχε τοῦ πατρικοῦ γένους ὅσον τοῦ Θεοῦ Λόγου.

Καὶ τούτου μάρτυς αὐτὸς ὁ ἀρχάγγελος Γαβριὴλ λέγων πρὸς Ζαχαρίαν· Ἰδοὺ ἡ γυνή σου γεννήσει υἱόν σοι, καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὑτοῦ, καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν· καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου. Ὢ ἄλλης παραδόξου φύσεως ὁ τόκος τοῦ παιδός! ἦ παράδοξος, καὶ οὐ φυσικός· ὁ γὰρ γεννῶν, σὺν ἡδονῇ γεννᾷ, ἡ δὲ τίκτουσα, ἐν λύπαις τίκτει. Ἐπεὶ οὖν Ζαχαρίας ἠπίστησεν, ἡ δὲ Ἐλισάβετ οὐκ ἀμφέβαλε, τὸν ὀψίγονον παρ' ἐλπίδα δεχομένη παῖδα, τούτου χάριν, τίκτειν καὶ γεννᾷν προσαγορεύεται, τὸ μὲν διὰ τὴν φύσιν, τὸ δὲ διὰ τὴν πίστιν. Ὁ γεννῶν γὰρ, καθὼς προεῖπον, σὺν ἡδονῇ γεννᾷ· ἡ δὲ τίκτουσα, ἐν λύπαις τίκτει. Ποία δὲ λύπη ἐπὶ τῆς Ἐλισάβετ, ὅπου Πνεύματος ἁγίου παρουσία, οὐχὶ δὲ μαίας ἀπείρου περιοδεία; ἡνίκα τῆς χάριτος τὸ ἔργον, οὐ τῆς φύσεως τὸ βάρος; καὶ πῶς, ἄκουε. Οἰκτρὸς ἦν ὁ πόνος πρὸς σύγκρισιν τῆς χαρμοσύνης. Οὐ γὰρ κατὰ τὸ γεννηθῆναι ὁ Ἰωάννης τὴν χάριν ἐδέξατο, ἀλλ' ἐξ αὐτῆς τῆς μητρικῆς νηδύος τὴν στολὴν τοῦ ἁγιασμοῦ δεξάμενος, στρατηγὸς παράδοξος γέγονε, καθὼς ἔφη ὁ ἄγγελος· Πνεύματος ἁγίου πλησθήσεται ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου.

Τίς τίνος προελεύσεται; Ἰωάννης τοῦ ∆εσπότου Χριστοῦ· διὰ τοῦτο Πρόδρομος ὀνομάζεται, ὡς ἔστιν αὐτοῦ τοῦ Ἰωάννου ἀκοῦσαι λέγοντος περὶ τοῦ Σωτῆρος· Ἔρχεται ὀπίσω μου ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν· ὀπίσω, διὰ τὸν χρόνον· ἔμπροσθεν, διὰ τὸν θρόνον. ∆ιὰ τί δὲ ἐν πνεύματι καὶ δυνάμει· Ἠλίου τοῦ Θεσβίτου ὁ Γαβριὴλ τὸν Ἰωάννην προϊππάζειν τοῦ βασιλέως Χριστοῦ ἔλεγεν; Ἄκουε συνετῶς· Ἠλίας, Θεὸς ἑρμηνεύεται. Ἐπεὶ οὖν ὁ Ἰωάννης τὸν Θεὸν εἶχεν ἐν ἑαυτῷ, Πνεύματος γὰρ ἁγίου ἐπλήσθη ἔτι ἐκ κοιλίας μητρὸς αὑτοῦ, τὸ δὲ Πνεῦμα ὁ Θεός ἐστι· περὶ αὐτοῦ γὰρ ἔλεγεν ὁ Κύριος διὰ τοῦ προφήτου ἐκ πολλῶν τῶν χρόνων· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου, καὶ πολλοὺς ἐπιστρέψει ἀπὸ τῆς πλάνης εἰς τὴν ἀλήθειαν· τούτου χάριν ἐν πνεύματι καὶ δυνάμει Ἠλίου ὁ Ἰωάννης προοδεύει τοῦ Κυρίου· ἐπειδὴ καὶ πολλὰ παραπλήσια τοῦ Ἠλίου εἶχεν ὁ Ἰωάννης. Ἀμέλει τὸ βρέφος τίκτεται, καὶ ἡ φωνὴ τῷ πατρὶ ἀποδίδοται. Ἐρωτώμενος γὰρ, φησὶν, ὁ Ζαχαρίας, τὸ τί ἂν θέλοι τὸ παιδίον καλεῖσθαι, Ἤτησε πινακίδιον, καὶ ἔγραψε λέγων· Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ· Ὁ μὴ πι 61.762 στεύσας τοῦ ἀγγέλου τοῖς λόγοις, νῦν ἠναγκάσθη γράψαι τὴν ὀπτασίαν, ἐγγράφως κηρύττων· ὁ μὴ δεξάμενος τότε τῇ ἀκοῇ τὰ λεχθέντα, νῦν νομοθετεῖ τῇ χειρὶ τὰ γινόμενα γράφων.

Καὶ τὴν προσηγορίαν ἀποδοὺς τῷ παιδὶ, ἀπέλαβε τὴν φωνήν· Ὅθεν, φησὶν, ἐθαύμασαν πάντες. Ἀνεῴχθη γὰρ παραχρῆμα τὸ στόμα αὐτοῦ, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώττης αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν. Ὢ τοῦ παραδόξου καὶ ξένου θαύματος! ὄνομα γράφεται τέκνου, καὶ στόμα πατρὸς κωφὸν διανοίγεται· Ἰωάννης καλεῖται, καὶ τοῦ καλοῦντος ἡ γλῶττα ῥυθμίζεται. Ὁρᾷς ὡς οὐ διήμαρτε, καὶ ἡμεῖς ἀπαρεμποδίστως εἰπόντες τὴν πρέπουσαν ἐξήγησιν, οὐ διημάρτομεν; Ἰδοὺ γὰρ αὐτοῦ τοῦ δικαίου τὸ ὄνομα στόμα σιωπῆς διανοίγει, καὶ γλῶσσαν δυσκίνητον διεγείρει. Οὕτω γὰρ δείκνυται βοῶσα ἡ Ἰωάννου φωνὴ, ὅτι καὶ αὐτὸ τὸ ὄνομα φωνῆς ἐνέργεια γίνεται. Ἐγὼ, φησὶ, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ὢ τοῦ θαύματος! Λόγος ἐπιδημεῖ, καὶ φωνὴ προκηρύττει· ∆εσπότης ἔρχεται, καὶ δοῦλος προαποστέλλεται· Βασιλεὺς παραγίνεται, καὶ στρατιώτης προετοιμάζεται. Χαίρωμεν οὖν καὶ εὐφρανθῶμεν, ὅτι ἡ Ἐλισάβετ ἐγέννησε, καὶ ὁ Ζαχαρίας ἐλάλησεν· ὅτι στεῖρα ἔτεκε, καὶ ὁ πρεσβύτης ἐβόησεν, ὅτι