1

 2

 3

 4

 5

5

∆ιὰ τοῦτο καὶ ἡμεῖς εὐλογοῦμέν σε, Κύριε, τὸν σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι πρὸ αἰώνων καὶ εἰς αἰῶνας 59.708 αἰώνων εὐλογημένον· πρὸ μὲν τῶν αἰώνων καὶ μέχρι τῆς δεῦρο ἀσωμάτως, τανῦν δὲ, καὶ εἰς αἰῶνας, μετὰ τῆς θείας καὶ ἀμεταβόλου καὶ ἀμερίστου σου σαρκώ σεως. Ἴδωμεν καὶ τὰ ἑξῆς. Τί λέγει ὁ θειότατος εὐαγ γελιστής; Εἰσελθόντος γὰρ, φησὶ, τοῦ Κυρίου εἰς τὸ ἱερὸν, προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ, καὶ ἐθε ράπευσεν αὐτούς. Ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰ θαύματα ἃ ἐποίησε, καὶ τοὺς παῖδας κράζοντας καὶ λέγοντας, Ὡσάννα τῷ υἱῷ ∆αυῒδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, οὐκ ἤνεγκαν τὴν τούτου τιμήν. Ὅθεν προσελθόντες αὐτῷ εἶπον· Οὐκ ἀκούεις τί οὗτοι λέγουσιν; Οὐ βαρύνῃ δοξαζόμενος, ὡς Θεός; οὐκ ἄχθῃ ἀκούων παρὰ τῶν ἀκάκων τὰ τῷ Θεῷ καὶ μόνῳ πρέποντα; οὐ πάλαι δε δήλωκεν ὁ Θεὸς διὰ τοῦ προφήτου, Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω; καὶ, Πῶς σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν; Ἀλλὰ τί πρὸς ταῦτα ὁ μακρόθυμος, ὁ πολὺς ἐν ἐλέει, καὶ βραδὺς εἰς ὀργήν; Ἀνέχεται τῶν μεμηνότων, ἀναστέλλει ἀπολογίᾳ τὴν, φλεγμονὴν, ἀνθ υπομνήσκει Γραφὰς, προφέρει μαρτυρίας τῶν τελουμέ νων, καὶ οὐκ ἀπαναίνεται πρὸς τὴν πεῦσιν.

∆ιὸ καί φησιν· Οὐδέποτε καὶ ὑμεῖς ἠκούσατέ μου διὰ τοῦ προφήτου λέγοντος, Τότε γνώσεσθε, ὅτι αὐτὸς ἐγὼ ὁ λαλῶν πάρ ειμι; οὐδ' αὖ πάλιν, Ἐκ στόματος νηπίων καὶ θη λαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν; οἵτινές εἰσιν ὑμεῖς, οἱ νόμῳ προσέχοντες, καὶ προφήτας ἀναγινώσκον τες, κἀμὲ τὸν ἐν νόμῳ κηρυττόμενον ἀθετοῦντες. ∆ο κεῖτε μὲν γὰρ ἐν προσχήματι εὐσεβείας διεκδικεῖν τὴν τοῦ Θεοῦ δόξαν, μὴ συνιέντες, ὅτιπερ ὁ ἐμὲ ἀθετῶν, καὶ τὸν Πατέρα ἀθετεῖ. Ἐγὼ γὰρ παρὰ τοῦ Θεοῦ ἐξῆλ θον, καὶ ἐλήλυθα εἰς τὸν κόσμον· καὶ ἡ ἐμὴ δόξα, καὶ τοῦ Πατρός μού ἐστι δόξα. Ἐλεγχθέντες δὲ οὕτως οἱ ἀνόητοι ὑπὸ τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ἐπαύσαντο μὲν τῆς ἀντιλογίας, φιμωθέντες τῇ ἀληθείᾳ· ἕτερον δὲ ἐπι σπασάμενοι ἀνοίας λογισμὸν, συμβούλιον κατ' αὐτοῦ ἐποιοῦντο. Ἡμεῖς δὲ ψάλλωμεν, Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός.

Ταῦτα γὰρ πάντα γέγονεν, ἵνα ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνὸς καὶ Υἱὸς τοῦ Θεοῦ, ἑκουσίως ὑπὲρ ἡμῶν ἐπὶ τὸ σωτήριον πάθος ἔλθῃ, καὶ ἐπὶ τὸ πραιτώριον γνωρισθῇ, καὶ οἱ ἐξουθενοῦντες τὸν ἐξωνούμενον τῷ ζωοποιῷ αὐτοῦ αἵματι τὸν κόσμον συμφωνήσωσι τριάκοντα ἀργυρίοις, καὶ τὸ πάσχα τυθῇ ὑπὲρ ἡμῶν Χριστὸς, ὅπως οἱ τῷ τιμίῳ αὐτοῦ αἵματι ῥαντιζόμενοι καὶ τὰ χείλη ὡς φλιὰς σφραγιζόμενοι, ἐκφύγωσι τοῦ ὀλοθρεύοντος τὰ βέλη· καὶ οὕτως ὁ παθὼν σαρκὶ Χριστὸς, καὶ ἀναστὰς τριήμερος, τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι ὁμοτίμως καὶ ὁμοδόξως παρὰ πάσης κτίσεως προσκυνηθῇ· ὅτι αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, δόξαν αὐτῷ ἀναπέμποντες εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.