1

 2

 3

 4

 5

5

καλῶς ὑπουργεῖ· φιλάργυρος γὰρ ὢν, προσελθούσης γυναικὸς τὸ μύρον τριακοσίων δηναρίων διετιμήσατο, κόπους παρέχων αὐτῇ· καὶ τὸ μὲν μύρον διετιμήσατο τριακοσίων δηναρίων, τὸν δὲ ∆εσπότην τοῦ μύρου τριάκοντα δηναρίων ἐπώλησε. Πολλῆς μοι οὖν σπουδῆς χρεία σταυρὸν κατασκευάσαι. Αὐτός μου τὸν Λάζαρον ἔλαβεν, ἐγὼ δὲ αὐτὸν ὧδε καθ-ελκύσω, καὶ τοῖς νεκροῖς συναριθμήσω, ἵνα μάθῃ κατὰ μείζονος μὴ στρατεύεσθαι. Αἱ δὲ κάτω δυνάμεις πρὸς αὐτόν· Ὅλον τὸν Ἰησοῦν ὧδε καταπαῦσαι βούλει; βλέπε μὴ καθ' ἑαυτοῦ κάμνῃς· ἔχεις αὐτοῦ πεῖραν· ἐπάλαισας αὐτὸν ἐν τῇ ἐρήμῳ· οὐχὶ τρίτον προσῆλθες, καὶ τρισσῶς ἔπεσας; Ἐὰν δὲ κατέλθῃ, τί μέλλεις πράττειν;

Ταῦτα βουλευσάμενος καὶ τὰ παραπλήσια τούτων, ὁ διάβολος τοὺς Ἰουδαίους εἰς μείζονα φθόνον διήγειρε, καὶ ἠρέθισε θανατῶσαι τὸν Λάζαρον ἐκ νεκρῶν ἀναστήσαντα, καὶ σταυρὸν τῷ Κυρίῳ κατασκευάσαι, ἵνα γένηται ἡ κατάρα εὐλογία, καὶ τὸ ξύλον τοῦ σταυροῦ τοῖς πᾶσι σωτηρία. ∆ιὰ γὰρ τῆς τοῦ Λαζάρου ἀναστάσεως ὁ μὲν διάβολος ἐταράχθη, οἱ δὲ Φαρισαῖοι συνεχύθησαν, ἡ Μάρθα ἐπληροφορήθη, ἡ Μαρία ἐδοξάσθη, ἡ ἀνάστασις προανεδείχθη, οἱ μαθηταὶ κραταιότεροι ἐγένοντο, καὶ πολλοὶ τῶν Ἰουδαίων πιστευσάντων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὑπήντησαν αὐτῷ μετὰ κλάδων καὶ βαΐων 61.719 κράζοντες καὶ λέγοντες· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βασι 61.720 λεὺς τοῦ Ἰσραήλ· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.