1

 2

 3

 4

 5

 6

5

Οὕτω καὶ νῦν τὸ αὐτὸ ἐπίταγμα πάντα εἰργάσατο. Τότε εἶπεν· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· νῦν δὲ οὐχὶ ἑρπετὰ, ἀλλὰ πνευματικὰ χαρίσματα ἀνέδωκε. Τότε ἰχθύας ἀλόγους ἐξήγαγε τὰ ὕδατα· νῦν δὲ ἰχθύας λογικοὺς καὶ πνευματικοὺς ἡμῖν ἀπέτεκεν ὑπὸ τῶν ἀποστόλων ἁλιευθέντας. ∆εῦτε γὰρ, φησὶν, ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Καινὸς ὄντως τῆς ἁλείας ταύτης ὁ τρόπος. Οἱ γὰρ ἁλιεύοντες ἐκ τῶν ὑδάτων ἐκβάλλουσι τοὺς ἰχθύας, καὶ νεκροῦσι τὰ ἁλιευόμενα· ἡμεῖς δὲ εἰς τὰ ὕδατα ἐμβάλλομεν, καὶ ζωογονοῦνται οἱ ἁλιευόμενοι. Ἦν μέν ποτε καὶ ἐπὶ τῶν Ἰουδαίων κολυμβήθρα ὕδατος· ἀλλὰ μάθε τί ἴσχυσεν, ἵνα γνῷς ἀκριβῶς τὴν πτωχείαν τὴν Ἰουδαϊκὴν, καὶ εἰδέναι ἔχῃς τὸν πλοῦτον τὸν ἡμέτερον. Κατήρχετο ἐκεῖ, φησὶν, ἄγγελος, καὶ ἐτάρασσε τὸ ὕδωρ, καὶ ὁ πρῶτος καταβαίνων μετὰ τὴν ταραχὴν ἀπήλαυε τῆς θεραπείας. Κατῆλθεν ὁ τῶν ἀγγέλων ∆εσπότης εἰς τὰ Ἰορδάνεια ῥεῖθρα, καὶ ἁγιάσας τῶν ὑδάτων τὴν φύσιν πᾶσαν τὴν οἰκουμένην ἐθεράπευσε. ∆ιὰ τοῦτο ἐκεῖ μὲν μετὰ τὸν πρῶτον ὁ καταβὰς οὐκ ἔτι ἐθεραπεύετο· Ἰουδαίοις γὰρ ἐδίδοτο ἡ χάρις τοῖς ἀσθενοῦσι, τοῖς χαμαὶ συρομένοις· ἐνταῦθα δὲ μετὰ τὸν πρῶτον ὁ δεύτερος κάτεισι, μετὰ τὸν δεύτερον ὁ τρίτος καὶ τέταρτος· κἂν μυρίους εἴπῃς, κἂν τὴν οἰκουμένην ἅπασαν ἐμβάλῃς εἰς τὰ νάματα ταῦτα τὰ πνευματικὰ, οὐκ ἀναλίσκεται ἡ χάρις, οὐ δαπανᾶται ἡ δωρεὰ, οὐ ῥυποῦται τὰ νάματα, οὐκ ἐλαττοῦται ἡ φιλοτιμία. Εἶδες μέγεθος δωρεᾶς; Ἀκούετε οἱ σήμερον καὶ κατὰ τὴν νύκτα ταύτην εἰς τὴν ἄνω Ἱερουσαλὴμ πολιτογραφηθέντες, καὶ ἀξίαν τοῦ μεγέθους τῶν δωρεῶν τὴν φυλακὴν ἐπιδείξασθε, ἵνα καὶ δαψιλεστέραν τὴν χάριν ἐπισπάσησθε· ἡ γὰρ ἐπὶ τοῖς ἤδη ὑπηργμένοις εὐγνωμοσύνη τὴν φιλοτιμίαν ἐκκαλεῖται 52.772 τοῦ ∆εσπότου.

Οὐκ ἔξεστί σοι, ἀγαπητὲ, λοιπὸν ἀδιαφόρως ζῇν· ἀλλὰ θὲς σαυτῷ νόμους καὶ κανόνας, ὥστε μετὰ ἀκριβείας ἅπαντα διαπράττεσθαι, καὶ πολλὴν τὴν φυλακὴν καὶ περὶ τὰ ἀδιάφορα νομιζόμενα εἶναι ἐπιδείκνυσθαι. Ἀγὼν γάρ ἐστι καὶ πάλη πᾶς ὁ παρὼν βίος, καὶ τοὺς ἐν τῷ σταδίῳ τούτῳ τῆς ἀρετῆς ἅπαξ εἰσελθόντας προσήκει πάντα ἐγκρατεύεσθαι· Πᾶς γὰρ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Οὐχ ὁρᾷς ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ὅπως πολλὴν ποιοῦνται τὴν ἑαυτῶν ἐπιμέλειαν οἱ πρὸς ἀνθρώπους τὴν πάλην ἀναδεχόμενοι, καὶ μετὰ πόσης ἐγκρατείας τὴν τοῦ σώματος ἄσκησιν ἐπιδείκνυνται; Οὕτω δὴ ἐνταῦθα. Ἐπειδὴ οὐ πρὸς ἀνθρώπους ἡμῖν ἐστιν ἡ πάλη, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, καὶ ἡ ἄσκησις ἡμῶν καὶ ἡ ἐγκράτεια πνευματικὴ ἔστω· ἐπειδὴ καὶ τὰ ὅπλα ἡμῶν, ἅπερ ἡμᾶς ἐνέδυσεν ὁ ∆εσπότης, πνευματικὰ τυγχάνει. Ἐχέτω τοίνυν καὶ ὀφθαλμὸς ὅρους καὶ κανόνας, ὥστε μὴ ἁπλῶς ἐπιπηδᾷν πᾶσι τοῖς προσπίπτουσι· καὶ ἡ γλῶσσα τειχίον ἐχέτω, ὥστε μὴ προτρέχειν τῆς διανοίας. ∆ιὰ γὰρ τοῦτο καὶ οἱ ὀδόντες καὶ τὰ χείλη πρὸς τὴν τῆς γλώττης ἀσφάλειαν δεδημιούργηται, ἵνα μηδέποτε ἁπλῶς ἀναπετάσασα τὰς θύρας ἡ γλῶσσα ἐξίῃ, ἀλλ' ἐπειδὰν καλῶς τὰ καθ' ἑαυτὴν διαθῇ, τότε μετὰ πάσης εὐκοσμίας προΐῃ, καὶ τοιαῦτα προφέρῃ ῥήματα, ἵνα δῷ χάριν τοῖς ἀκούουσι, κἀκεῖνα φθέγγηται, ἃ πρὸς οἰκοδομὴν συντείνει τῶν ἀκουόντων. Καὶ τὸν ἄτακτον δὲ γέλωτα πάντη ἐκκλίνειν δεῖ, καὶ τὸ βάδισμα ἤρεμον ἔχειν καὶ ἡσύχιον, καὶ τὴν στολὴν κατεσταλμένην, καὶ διὰ πάντων ἁπαξαπλῶς ῥυθμίζεσθαι προσήκει τὸν ἀπογραψάμενον εἰς τὸ τῆς ἀρετῆς στάδιον· ἡ γὰρ τῶν μελῶν τῶν ἔξωθεν εὐταξία εἰκών τίς ἐστι τῆς ἐν τῇ ψυχῇ καταστάσεως.

ςʹ. Ἐὰν εἰς τοιαύτην συνήθειαν ἐκ προοιμίων ἑαυτοὺς καταστήσωμεν, ὁδῷ βαδίζοντες λοιπὸν μετ' εὐκολίας, τὴν ἀρετὴν ἅπασαν διανύσομεν, καὶ οὐδὲ πολλοῦ πόνου δεησόμεθα, καὶ πολλὴν ἐπισπασόμεθα τὴν ἄνωθεν ῥοπήν. Οὕτω γὰρ δυνησόμεθα καὶ τὰ κύματα τοῦ παρόντος βίου μετὰ ἀσφαλείας διαδραμεῖν, καὶ τῶν τοῦ διαβόλου παγίδων ἀνώτεροι καταστάντες, τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ