1

 2

 3

 4

 5

 6

1

In sanctum pascha

ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΠΑΣΧΑ ΛΟΓΟΣ.

52.765 αʹ. Εὔκαιρον σήμερον ἅπαντας ἡμᾶς ἀναβοῆσαι τὸ παρὰ τοῦ μακαρίου ∆αυῒδ εἰρημένον· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Ἰδοὺ γὰρ ἡμῖν παρα γέγονεν ἡ ποθεινὴ καὶ σωτήριος ἑορτὴ, ἡ ἀναστάσιμος ἡμέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἡ τῆς εἰ ρήνης ὑπόθεσις, ἡ τῆς καταλλαγῆς ἀφορμὴ, ἡ τῶν πολέμων ἀναίρεσις, ἡ τοῦ θανάτου κατάλυσις, ἡ τοῦ 52.766 διαβόλου ἧττα. Σήμερον ἄνθρωποι τοῖς ἀγγέλοις ἀν εμίγησαν, καὶ οἱ σῶμα περικείμενοι μετὰ τῶν ἀσωμάτων δυνάμεων λοιπὸν τὰς ὑμνῳδίας ἀναφέρουσι. Σήμερον καταλύεται τοῦ διαβόλου ἡ τυραννίς· σήμε ρον τὰ δεσμὰ τοῦ θανάτου ἐλύθη, τοῦ ᾅδου τὸ νῖκος ἠφάνισται· σήμερον εὔκαιρον πάλιν εἰπεῖν τὴν προ φητικὴν ἐκείνην φωνήν· Ποῦ σου, θάνατε, τὸ κέν τρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Σήμερον τὰς χαλκᾶς 52.767 πύλας συνέθλασεν ὁ ∆εσπότης ἡμῶν Χριστὸς, καὶ αὐτὸ τοῦ θανάτου τὸ πρόσωπον ἠφάνισε.

Τί δὲ λέγω τὸ πρόσωπον; Αὐτοῦ τὴν προσηγορίαν μετέβαλεν· οὐκ ἔτι γὰρ θάνατος λέγεται, ἀλλὰ κοίμησις καὶ ὕπνος· πρὸ μὲν γὰρ τῆς Χριστοῦ παρουσίας, καὶ τῆς τοῦ σταυροῦ οἰκονομίας, καὶ αὐτὸ τοῦ θανάτου τὸ ὄνο μα φοβερὸν ἐτύγχανε. Καὶ γὰρ ὁ πρῶτος ἄνθρωπος γενόμενος ἀντὶ μεγάλου ἐπιτιμίου τοῦτο κατεδικά ζετο ἀκούων· Ἧ δ' ἂν ἡμέρᾳ φαγῇ, θανάτῳ ἀπο θανῇ. Καὶ ὁ μακάριος δὲ Ἰὼβ τούτῳ τῷ ὀνόματι αὐ τὸν προσηγόρευσε, λέγων· Θάνατος ἀνδρὶ ἀνάπαυ σις. Καὶ ὁ προφήτης ∆αυῒδ ἔλεγε· Θάνατος ἁμαρ τωλῶν πονηρός. Οὐ μόνον δὲ θάνατος ἐκαλεῖτο ἡ διάλυσις τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, ἀλλὰ καὶ ᾅδης. Ἄκουε γὰρ τοῦ μὲν πατριάρχου Ἰακὼβ λέγοντος· Κατάξετε τὸ γῆράς μου μετὰ λύπης εἰς ᾅδου· τοῦ δὲ προφήτου πάλιν· Ἔχανεν ὁ ᾅδης τὸ στόμα αὐτοῦ· καὶ πάλιν ἑτέρου προφήτου λέγοντος· Ῥύ σεταί με ἐξ ᾅδου κατωτάτου· καὶ πολλαχοῦ εὑρή σεις ἐπὶ τῆς Παλαιᾶς θάνατον καὶ ᾅδην καλουμένην τὴν ἐντεῦθεν μετάστασιν. Ἐπειδὴ δὲ Χριστὸς ὁ Θεὸς ἡμῶν θυσία προσηνέχθη, καὶ τὰ τῆς ἀναστάσεως προεχώρησε, περιῆρε δὲ τὰς προσηγορίας αὐτὰς ὁ φιλάνθρωπος ∆εσπότης, καὶ καινὴν καὶ ξένην πολι τείαν εἰς τὸν βίον εἰσήγαγε τὸν ἡμέτερον· ἀντὶ γὰρ θανάτου λοιπὸν κοίμησις καὶ ὕπνος λέγεται ἡ ἐντεῦθεν μετάστασις. Καὶ πόθεν τοῦτο δῆλον; Ἄκουε αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Λάζαρος ὁ φίλος ἡμῶν κε κοίμηται, ἀλλὰ πορεύομαι ἐξυπνίσαι αὐτόν. Ὥσπερ γὰρ ἡμῖν εὔκολον τὸν καθεύδοντα διυπνίσαι καὶ διεγεῖραι, οὕτω καὶ τῷ κοινῷ πάντων ἡμῶν ∆ε σπότῃ τὸ ἀναστῆσαι. Καὶ ἐπειδὴ καινὸν ἦν καὶ ξένον τὸ παρ' αὐτοῦ εἰρημένον, οὐδὲ οἱ μαθηταὶ συνῆκαν τὸ λεχθὲν, μέχρις ὅτου συγκαταβαίνων αὐτῶν τῇ ἀσθε νείᾳ, φανερώτερον αὐτὸ εἴρηκε.

Καὶ ὁ τῆς οἰκουμέ νης δὲ διδάσκαλος ὁ μακάριος Παῦλος, γράφων Θεσ σαλονικεῦσί φησιν· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Καὶ πάλιν ἀλλαχοῦ· Ἄρα οἱ κοιμηθέντες ἐν Χριστῷ, ἀπώλοντο. Καὶ πάλιν· Ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, οὐ μὴ φθά σωμεν τοὺς κοιμηθέντας. Καὶ ἑτέρωθι πάλιν· Εἰ γὰρ πιστεύομεν, ὅτι Ἰησοῦς ἀπέθανε, καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας ἄξει σὺν αὐτῷ.

βʹ. Εἶδες πανταχοῦ λοιπὸν κοίμησιν καὶ ὕπνον τὸν θά νατον καλούμενον; καὶ

τὸν πρὸ τούτου φοβερὸν ἔχοντα τὸ πρόσωπον, νῦν εὐκαταφρόνητον μετὰ τὴν ἀνάστα σιν γινόμενον; Εἶδες λαμπρὸν τῆς ἀναστάσεως τὸ τρόπαιον; ∆ιὰ ταύτην ἡμῖν