1

 2

 3

 4

 5

 6

 7

5

ἐνταῦθα αὐτὰ ἀπαλείψωμεν. Αἰσχύνῃ ὁμολογῆσαι ἁμαρτήματα; αἰσχύνου πρᾶξαι ἁμαρτήματα. Ἡμεῖς δὲ ὅταν αὐτὰ πράττωμεν, ἰταμῶς καὶ ἀναισχύντως τολμῶμεν· ὅταν δὲ ὁμολογῆσαι δέῃ, τότε αἰσχυνόμεθα καὶ ὀκνοῦμεν, δέον μετὰ προθυμίας τοῦτο ποιεῖν. Οὐ γάρ ἐστιν αἰσχύνη κατηγορεῖν ἁμαρτημάτων, ἀλλὰ δικαιοσύνη καὶ ἀρετή· εἰ μὴ δικαιοσύνη καὶ ἀρετὴ ἦν, οὐκ ἂν μισθὸν ἔθηκεν αὐτῇ ὁ Θεός. Ὅτι γὰρ μισθοὺς ἔχει ἡ ἐξομολόγησις, ἄκουσον τί φησι· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Τίς αἰσχύνεται ἔργον, ἀφ' οὗ γίνεται δίκαιος; τίς αἰσχύνεται ὁμολογῆσαι ἁμαρτήματα, ἵνα λύσῃ ἁμαρτήματα; Μὴ γὰρ διὰ τοῦτο κελεύει ὁμολογῆσαι, ἵνα κολάσῃ; οὐχ ἵνα κολάσῃ, ἀλλ' ἵνα συγχωρήσῃ.

δʹ. Ἐπὶ γὰρ τῶν ἔξω δικαστηρίων μετὰ τὴν ὁμολογίαν κόλασις. ∆ιὰ τοῦτο καὶ ὁ ψαλμὸς αὐτὸ τοῦτο ὑφορώμενος, μή τις δεδοικὼς κόλασιν μετὰ τὴν ἐξομολόγησιν, ἀρνήσηται τὰ ἁμαρτήματα, φησίν· Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Μὴ γὰρ οὐκ οἶδε τὰ ἁμαρτήματά σου, ἐὰν μὴ σὺ ὁμολογήσῃς; Τί οὖν σοι γίνεται πλέον ἐκ τοῦ μὴ ὁμολογεῖν; μὴ γὰρ δύνασαι λαθεῖν; Κἂν μὴ εἴπῃς, ἐκεῖνος εἶδεν· ἂν δὲ σὺ εἴπῃς, ἐκεῖνος ἐπιλανθάνεται. Ἰδοὺ γὰρ ἐγὼ Θεός εἰμι ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθῶ. Ὁρᾷς; Ἐγὼ οὐ μὴ μνησθῶ, φησί· φιλανθρωπίας γὰρ τοῦτο· σὺ 50.659 δὲ μνήσθητι, ἵνα σωφρονισμοῦ λάβῃς ὑπόθεσιν. Τούτων ἀκούσας ὁ Παῦλος, ἁμαρτημάτων, ὧν οὐκ ἐμέμνητο ὁ Θεὸς, αὐτὸς διηνεκῶς ἐμέμνητο οὑτωσὶ λέγων· Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν· καὶ, Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Οὐκ εἶπεν, Ἤμην, ἀλλ', Εἰμί. Ἡ συγχώρησις ἐγένετο τῶν ἁμαρτημάτων παρὰ τῷ Θεῷ, καὶ ἡ μνήμη τῶν συγκεχωρημένων ἁμαρτημάτων οὐκ ἠφανίζετο παρὰ τῷ Παύλῳ· ἅπερ ὁ ∆εσπότης ἀπήλειψε, ταῦτα αὐτὸς ἐξεπόμπευεν. Ἠκούσατε γὰρ τοῦ προφήτου λέγοντος, Καὶ οὐ μὴ μνησθῶ· σὺ δὲ μνήσθητι. Ὁ Θεὸς σκεῦος ἐκλογῆς αὐτὸν καλεῖ, καὶ οὗτος πρῶτον τῶν ἁμαρτωλῶν ἑαυτὸν καλεῖ. Εἰ δὲ τῶν συγκεχωρημένων ἁμαρτημάτων οὐκ ἐπελανθάνετο, ἐννόησον πῶς τῶν εὐεργεσιῶν ἐμέμνητο τοῦ Θεοῦ. Καὶ τί λέγω, ὅτι οὐ καταισχύνει μνήμη ἁμαρτημάτων; οὐχ οὕτως ἡμᾶς ποιεῖ λαμπροὺς κατορθωμάτων μνήμη, ὡς ἡ τῶν ἁμαρτημάτων μνήμη· μᾶλλον δὲ ἡ μὲν τῶν κατορθωμάτων μνήμη οὐ μόνον οὐ ποιεῖ λαμπροὺς, ἀλλὰ καὶ αἰσχύνης πληροῖ καὶ καταγνώσεως· ἡ δὲ τῶν ἁμαρτημάτων μνήμη παῤῥησίας ἡμᾶς ἐμπίπλησι καὶ δικαιοσύνης πολλῆς. Τίς τοῦτό φησιν; Ὁ Φαρισαῖος καὶ ὁ τελώνης. Ὁ μὲν γὰρ εἰπὼν τὰ ἁμαρτήματα, κατῆλθε δεδικαιωμένος· ὁ δὲ εἰπὼν τὰ κατορθώματα, κατῆλθεν ἐλάττων τοῦ τελώνου γενόμενος. Ὁρᾷς ὅση βλάβη μεμνῆσθαι κατορθωμάτων, ὅση ὠφέλεια μὴ ἐπιλελῆσθαι ἁμαρτημάτων; Καὶ μάλα εἰκότως. Ὁ μὲν γὰρ τῶν κατορθωμάτων μεμνημένος εἰς ἀπόνοιαν αἴρεται, ὑπερορᾷ τῶν λοιπῶν ἀνθρώπων, ὅπερ ὁ Φαρισαῖος ἔπαθεν· οὐ γὰρ ἂν εἰς τοσαύτην ἀλαζονείαν ἦλθεν, οὐκ ἂν εἶπεν, Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ ἄνθρωποι, εἰ μὴ ἐμέμνητο τῆς νηστείας αὐτοῦ καὶ τῆς δεκάτης· ἡ δὲ μνήμη τῶν ἁμαρτημάτων καταστέλλει τὴν διάνοιαν, ταπεινοφρονεῖν πείθει, καὶ διὰ τῆς ταπεινοφροσύνης ἐπισπᾶται τοῦ Θεοῦ τὴν εὔνοιαν. Ἄκουσον γοῦν πῶς καὶ ὁ Χριστὸς κελεύει λήθῃ παραπέμπειν ἡμᾶς τὰ κατορθώματα. Ὅταν ταῦτα πάντα ποιήσητε, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν. Σὺ λέγε ὅτι ἀχρεῖος δοῦλος εἶ, ἐγώ σε οὐ ποιῶ ἀχρεῖον· σὺ ἐὰν ὁμολογήσῃς τὴν εὐτέλειαν τὴν σεαυτοῦ, ἐγώ σε λαμπρὸν ποιῶ καὶ στεφανῶ. Ὁρᾷς διὰ πόσων ἡμῖν ἀποδέδεικται κέρδος ἔχουσα τῶν ἁμαρτημάτων ἡ μνήμη, καὶ βλάβος τῶν κατορθωμάτων ἡ μνήμη, καὶ τοὐναντίον πάλιν, κόλασις μὲν ἀπὸ τῆς λήθης τῶν ἁμαρτημάτων, ὠφέλεια δὲ ἀπὸ τῆς λήθης τῶν κατορθωμάτων ἡμῖν γινομένη; Βούλει μαθεῖν καὶ ἑτέρωθεν ὅτι κατόρθωμα μέγιστον τὸ μεμνῆσθαι ἁμαρτημάτων; Ἄκουσον τοῦ Ἰώβ. Ὥσπερ γὰρ ἐπὶ τοῖς ἄλλοις ἐκαλλωπίζετο, οὕτω δὴ καὶ ἐπὶ τῇ ἐξομολογήσει τῶν ἁμαρτημάτων, οὑτωσὶ λέγων· Εἰ δὲ καὶ ἁμαρτὼν ἑκουσίως διετράπην πολυοχλίαν λαοῦ μου, τοῦ μὴ ἐξαγγεῖλαι τὰς