5
τὸν δεσπότην τὸν γνώριμόν σε γενέσθαι πρὸς αὐτὸν διὰ μετανοίας, καὶ τοὺς μηδέποτε χαροποιηθέντας ἀγγέλους ἐπὶ σοὶ νῦν διὰ τῆς πρὸς τὸν δεσπότην ἐπανόδου χαροποίησον· εὐφροσύνην ποίησον ἐν τῷ οὐρανῷ, καὶ ἀσφάλισαι σεαυτόν, μηκέτι τοῖς αὐτοῖς εὑρισκόμενος· ἐπεὶ σὺ λογισθήσῃ καθάπερ "κύων ἐπιστρέφων ἐπὶ τὸν ἴδιον ἔμετον", ἵνα μὴ ἀκούσῃς καὶ σὺ τοῦ ἀποστόλου Πέτρου βοῶντος· "Κρεῖσσον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνόντας εἰς τὰ ὀπίσω ἐπανακάμψαι πάλιν ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς". Λαβὼν οὖν τὴν ἄφεσιν τῶν πταισμάτων καὶ τὴν λαμπρὰν ἐσθῆτα τῆς σωφροσύνης, καρπίζον τὰς τοῦ παραδείσου τρυφάς, θαυμάζων τὴν τοῦ θεοῦ φιλανθρωπίαν, ὅτι ἐν ποίᾳ δυσωδίᾳ τῶν ἔργων καὶ ἀμαυρότητι ψυχῆς εἰσῆλθες ἐνταῦθα, καὶ πῶς εὐώδης καὶ λαμπρὸς κατέστης διὰ τῆς μετανοίας καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν λαβὼν ἐξέρχῃ. ∆ιὸ παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ μὴ ῥυπῶσαι τὴν στολὴν τὴν νυμφικήν, ἀλλὰ πολλῷ μᾶλλον διὰ τῆς μετανοίας λαμπρῦναι αὐτήν. Εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν. Τί γάρ φησιν ὁ δίκαιος Συμεὼν πρὸς τὴν ἄχραντον παρθένον; "Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία". Τίνα ἄρα λέγει εἶναι τὴν ῥομφαίαν ἢ πάντως τὰς προσβολὰς τοῦ ἐχθροῦ; Καὶ ποῦ, φησίν, ἡ παρθένος ἐδέξατο ῥομφαίαν; ὅτε ἐπὶ τοῦ σταυροῦ παρειστήκει. Καὶ πῶς ἄρα ταύτην ἐδέξατο; πῶς; ἐγὼ λέγω· ἐννοήσασα τοιγαροῦν ἡ 74 μακαρία παρθένος τὸ ἑαυτῆς ἄφθαρτον κύημα καὶ τῶν σημείων αὐτοῦ τὰς ἰάσεις, καὶ τῆς διδασκαλίας τὰ ἀπόῤῥητα μυστήρια, ἔγνω αὐτὸν ἀληθῶς εἶναι Θεόν· ἰδούσα δὲ αὐτὸν ὕστερον κρεμάμενον ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ, τότε ἐδέξατο τὴν ῥομφαίαν ἐν τῇ ψυχῇ, καθώς φησιν ὁ Συμεών· "Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία". Οὐκ εἶπεν "ἐμμείνῃ" ἀλλὰ "διελεύσεται". Ἐπεὶ οὖν μετὰ μικρὸν ὕστερον εἶδε τὸ καταπέτασμα σχιζόμενον, τὰς πέτρας ῥηγνυμένας, τοὺς νεκροὺς ἐγειρομένους, ἀποβαλοῦσα εὐθέως τὸ βέλος ἔγνω τὸ τῆς οἰκονομίας μυστήριον. Ἴδε οὖν διῆλθε, καὶ οὐ διέμεινε. Προσδραμόντες οὖν ἅπαντες πρὸς τὴν ἁγίαν παρθένον καὶ θεοτόκον, τὸ κέρδος ληψώμεθα· ὅσοι παρθένοι νῦν τῇ μητρὶ τοῦ Κυρίου σχολάσατε. Αὕτη γὰρ ὑμῶν ἐστὶ τοῦ καλοῦ τούτου καὶ ἀφθάρτου κτήματος πρόξενος. Μέγα γὰρ ὄντως τῆς παρθένου τὸ θαῦμα· τί γὰρ μεῖζον τῶν ὄντων εὑρεθήσεταί ποτε; τῆς γὰρ γῆς καὶ τοῦ οὐρανοῦ πλατυτέρα αὕτη μόνη ἐφάνη· τίς γὰρ ταύτης ἁγιωτέρα γέγονεν; οὐ προπατόρες, οὐ προφῆται, οὐκ ἀπόστολοι, οὐ μάρτυρες, οὐ πατριάρχαι, οὐ πατέρες, οὐκ ἄγγελοι, οὐ θρόνοι, οὐ κυριότητες, οὐ τὰ Σεραφίμ, οὐ τὰ Χερουβίμ, οὐκ ἄλλο τι τῶν τε ὁρατῶν καὶ ἀοράτων ἐν ποιήμασιν οὐ μεῖζον ταύτης εὑρίσκεται. ∆ούλη τυγχάνει καὶ θεοτόκος, παρθένος ἐστὶ καὶ μήτηρ. Καὶ μηδεὶς ἀμφιβάλλῃ λέγων· πῶς δούλη καὶ θεοτόκος; ἢ πῶς παρθένος καὶ μήτηρ; πίστει δέξαι, ἄνθρωπε, καὶ μὴ ἀμφίβαλλε τοῖς λογιζομένοις, μὴ ἀμφίβαλλε τοῖς παρὰ τῶν πατέρων δεδοκιμασμένοις, ἀλλὰ φοβοῦ, καὶ ἀνεξετάστως πίστευσον. Μᾶλλον μὲν οὖν πίστευε, καὶ μὴ πολυπραγμόνει. Εἰ μὲν ὡς σὺ νοήσεις πιστεύσεις, βλέπε τῷ κινδύνῳ σου. Εἰ δὲ τῇ κηρύγματι τοῦ λόγου πιστεύσεις, οὐκέτι σὺ ἀπολογῇ, ἀλλ' ὁ προεστώς. Πίστευσον τοίνυν τὰ παρ' ἡμῶν περὶ τῆς παρθένου λεγόμενα, καὶ μὴ ἀμφίβαλλε ὁμολογεῖν αὐτὴν καὶ δούλην καὶ θεοτόκον καὶ παρθένον καὶ μητέρα· δούλη γάρ ἐστιν, ὡς κτίσμα τοῦ ἐξ αὐτῆς γεννηθέντος· θεοτόκος δὲ τυγχάνει καθότι θεὸν ἐξ αὐτῆς σαρκωθέντα τέτοκε· παρθένος δέ, ὅτι κοίτην σπέρματος ἐξ ἀνδρὸς οὐκ ἔγνω· μήτηρ, καθότι 76 ἐγέννησε καὶ μήτηρ ἐγένετο τοῦ προανάρχως ἐκ τοῦ Πατρὸς γεννηθέντος. Αὕτη τοίνυν ἐστὶν ἡ μήτηρ τοῦ δεσπότου τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων· ἐκ ταύτης ἐσαρκώθη ὁ υἱὸς τοῦ θεοῦ, ὁ σαρκὶ σταυρωθῆναι καταδεξάμενος. Καὶ θέλεις εἰδέναι ὅσον ἡ παρθένος. τῶν οὐρανίων δυνάμεων κρείττων ἐστί; πρόσεχε· ἐκεῖνα μὲν φόβῳ καὶ τρόμῳ περιιπτάμενα τὴν ὄψιν κατακαλύπτει, αὕτη δὲ τὸ τῶν ἀνθρώπων γένος αὐτῷ προσφέρει καὶ δι' αὐτῆς τὴν