1

 2

 3

 4

 5

 6

6

τῶν ἁμαρτημάτων ἄφεσιν λαμβάνομεν· αὕτη τοῦτον ἐγέννησεν ὃν οἱ ἄγγελοι ἐπὶ τοῦ τόκου ἐλθόντες μετὰ φόβου ἐδοξολόγουν, λέγοντες "∆όξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία". Χαῖρε τοίνυν ἡ μήτηρ καὶ οὐρανός· ἡ κόρη καὶ νεφέλη· ἡ παρθένος καὶ θρόνος· τὸ τῆς ἡμετέρας ἐκκλησίας καύχημα καὶ στερέωμα· ἐκτενῆ τὴν ὑπὲρ ἡμῶν δέησιν ποίησον ὅπως λάβωμεν διὰ σοῦ ἔλεος ἐν ἡμέρᾳ τῆς κρίσεως, καὶ τῶν ἀποκειμένων ἀγαθῶν τοῖς ἀγαπῶσι τὸν θεὸν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.