1

 2

 3

 4

 5

 6

 7

 8

5

γύμνασόν σου τὴν διάνοιαν ἐν τῇ μήτρᾳ τῶν στειρῶν· ἵν', ὅταν ἴδῃς πεπηρωμένην καὶ δεδεμένην τὴν μήτραν πρὸς παιδοποιίαν ἀνοιγομένην ἐκ τῆς τοῦ Θεοῦ χάριτος, μὴ θαυμάσῃς ἀκούων ὅτι παρθένος ἔτεκε. Μᾶλλον δὲ καὶ θαύμασον, καὶ ἐκπλάγηθι, ἀλλὰ μὴ ἀπιστήσῃς τῷ θαύματι. Ὅταν λέγῃ πρὸς σὲ ὁ Ἰουδαῖος, Πῶς ἔτεκεν ἡ παρθένος; εἰπὲ πρὸς αὐτὸν, Πῶς ἔτεκεν ἡ στεῖρα καὶ γεγηρακυῖα; ∆ύο κωλύματα τότε ἦν, τό τε ἄωρον τῆς ἡλικίας, καὶ τὸ ἄχρηστον τῆς φύσεως· ἐπὶ δὲ τῆς Παρθένου ἓν κώλυμα μόνον ἦν, τὸ μὴ μετασχεῖν γάμου. Προοδοποιεῖ τοίνυν τῇ παρθένῳ ἡ στεῖρα. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο αἱ στεῖραι προέλαβον, ἵνα πιστευθῇ τῆς Παρθένου ὁ τόκος, ἄκουσον τῶν ῥημάτων 51.360 τοῦ Γαβριὴλ τῶν πρὸς αὐτήν. Ἐπειδὴ γὰρ ἦλθε καὶ εἶπεν αὐτῇ, Συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ἐξεπλάγη ἡ Παρθένος καὶ ἐθαύμασε, καὶ εἶπε· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Τί οὖν ὁ ἄγγελος; Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. Μὴ ζήτει φύσεως ἀκολουθίαν, φησὶν, ὅταν ὑπὲρ φύσιν ᾖ τὸ γινόμενον· μὴ περιβλέπου γάμον καὶ ὠδῖνα, ὅταν μείζων γάμου τῆς γενέσεως ὁ τρόπος ᾖ. Καὶ πῶς ἔσται τοῦτο, φησὶν, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ μὴν διὰ τοῦτο ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκεις. Εἰ γὰρ ἐγίνωσκες ἄνδρα, οὐκ ἂν κατηξιώθης ὑπηρετήσασθαι τῇ διακονίᾳ ταύτῃ. Ὥστε δι' ὃ ἀπιστεῖς, διὰ τοῦτο πίστευε. Οὐκ ἂν δὲ κατηξιώθης τοιαύτῃ διακονίᾳ ὑπηρετήσασθαι, οὐκ ἐπειδὴ κακὸν ὁ γάμος, ἀλλ' ἐπειδὴ κρείσσων ἡ παρθενία· τὴν δὲ τοῦ ∆εσπότου εἴσοδον σεμνοτέραν ἐχρῆν εἶναι τῆς ἡμετέρας· βασιλικὴ γὰρ ἦν· ὁ δὲ βασιλεὺς διὰ σεμνοτέρας εἰσέρχεται. Ἔδει καὶ κοινωνεῖν τὴν γέννησιν ἐκεῖνον, καὶ ἐξηλλάχθαι τῆς ἡμετέρας. Οὐκοῦν ἀμφότερα ταῦτα οἰκονομεῖται. Τὸ μὲν γὰρ ἀπὸ μήτρας γενέσθαι, κοινὸν πρὸς ἡμᾶς· τὸ δὲ χωρὶς γάμων γενέσθαι, μεῖζον ἢ καθ' ἡμᾶς. Καὶ τὸ μὲν γαστρὶ κυηθῆναι καὶ συλληφθῆναι, τῆς φύσεως τῆς ἀνθρωπίνης· τὸ δὲ χωρὶς μίξεως γενέσθαι τὴν κύησιν, σεμνότερον τῆς φύσεως τῆς ἀνθρωπίνης ∆ιὰ τοῦτο δὲ ἀμφότερα ταῦτα γέγονεν, ἵνα καὶ τὴν ὑπεροχὴν καὶ τὴν κοινωνίαν τὴν πρὸς σὲ μάθῃς τοῦ τικτομένου. ηʹ. Καὶ σκόπει μοι τὴν σοφίαν τῶν γινομένων. Οὔτε ἡ ὑπεροχὴ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν καὶ συγγένειαν ἐλυμήνατο, οὔτε ἡ πρὸς ἡμᾶς συγγένεια τὴν ὑπεροχὴν ἠμαύρωσεν, ἀλλ' ἑκατέρα ἐδείκνυτο διὰ τῶν πραγμάτων ἁπάντων· καὶ τὰ μὲν ὁλόκληρα εἶχεν ἡμέτερα, τὰ δὲ ἐξηλλαγμένα πρὸς ἡμᾶς. Ἀλλ' ὅπερ ἔλεγον, ὅτι διὰ τοῦτο προέλαβον αἱ στεῖραι, ἵνα πιστευθῇ τῆς Παρθένου ὁ τόκος, ἵνα αὐτὴ χειραγωγηθῇ πρὸς τὴν πίστιν τῆς ἐπαγγελίας καὶ τῆς ὑποσχέσεως ἐκείνης, ἧς ἤκουσε παρὰ τοῦ ἀγγέλου λέγοντος, Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· οὕτω, φησὶν, ἔχεις τεκεῖν. Μὴ βλέπε πρὸς τὴν γῆν· ἀπὸ τῶν οὐρανῶν ἡ ἐνέργεια ἔρχεται. Πνεύματός ἐστι χάρις τὸ γινόμενον, μὴ ζήτει μοι φύσιν καὶ νόμους γάμων. Ἀλλ' ἐπειδὴ μείζονα ταύτης ἐκεῖνα ἦν τὰ ῥήματα, βούλεται καὶ ἑτέραν παρασχεῖν ἀπόδειξιν. Σὺ δέ μοι παρατήρει, πῶς ἡ στεῖρα αὐτὴν ὁδηγεῖ πρὸς τὴν πίστιν τούτου. Ἐπειδὴ γὰρ ἐκείνη ἡ ἀπόδειξις μείζων ἦν τῆς διανοίας τῆς Παρθένου, ἄκουσον πῶς καὶ ἐπὶ τὰ ταπεινότερα κατήγαγε τὸν λόγον, διὰ τῶν αἰσθητῶν αὐτὴν χειραγωγῶν. Ἰδοὺ γὰρ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρᾳ αὐτῆς· καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ. Ὁρᾷς ὅτι ἡ στεῖρα διὰ τὴν Παρθένον; ἐπεὶ, τίνος ἕνεκεν παρήγαγεν αὐτῇ τὸν τόκον τῆς συγγενίδος; τίνος ἕνεκεν ἔλεγεν, Ἐν γήρᾳ αὐτῆς; τίνος ἕνεκεν ἐπήγαγε, Τῇ καλουμένῃ στείρᾳ; ∆ιὰ πάντων τούτων ἐνάγων αὐτὴν δηλονότι πρὸς τὸ πιστεῦσαι τῷ εὐαγγελισμῷ. ∆ιὰ τοῦτο καὶ τὴν ἡλικίαν εἶπε, καὶ τὴν πήρωσιν τῆς φύσεως· διὰ τοῦτο 51.361 καὶ τὸν χρόνον ἀνέμεινε τὸν ἀπὸ τῆς συλλήψεως· οὐ γὰρ ἐκ προοιμίων αὐτῇ εὐθέως εὐηγγελίσατο, ἀλλ' ἀνέμεινεν ἑξαμηνιαῖον χρόνον τῇ στείρᾳ γενέσθαι· ἵνα ὁ τῆς γαστρὸς ὄγκος λοιπὸν τὴν κύησιν ἐγγυήσηται, καὶ ἀναμφισβήτητος ἀπόδειξις γένηται τῆς συλλήψεως. Καὶ θέα μοι πάλιν τὴν σύνεσιν τοῦ Γαβριήλ. Οὐδὲ γὰρ ἀνέμνησεν αὐτῆς τῆς Σάῤῥας, οὐδὲ τῆς