1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

5

συμβεβηκός, καὶ σῶμα μὲν οὐσία χρῶμα δὲ συμβεβηκός, καὶ ψυχὴ μὲν οὐσία ἐπιστήμη δὲ συμβεβηκός. Τὸ μὲν οὖν σῶμα οὐκ ἔστιν ἐν τῷ χρώματι ἀλλὰ τὸ χρῶμα ἐν τῷ σώματι, (ῃ. ς. 21-23) οὐδὲ ἡ ψυχὴ ἐν τῇ ἐπιστήμῃ ἀλλ' ἡ ἐπιστήμη ἐν τῇ ψυχῇ, οὐδὲ ὁ χαλκὸς ἢ ὁ κηρὸς ἐν τῷ σχήματι ἀλλὰ τὸ σχῆμα ἔν τε τῷ κηρῷ καὶ τῷ χαλκῷ. Οὐδὲ λέγεται τὸ σῶμα τοῦ χρώματος ἀλλὰ τὸ χρῶμα τοῦ σώματος, οὐδὲ ἡ ψυχὴ τῆς ἐπιστήμης ἀλλ' ἡ ἐπιστήμη τῆς ψυχῆς, οὐδὲ ὁ κηρὸς τοῦ σχήματος ἀλλὰ τὸ σχῆμα τοῦ κηροῦ. Καὶ τὸ μὲν χρῶμα καὶ ἡ ἐπιστήμη καὶ τὸ σχῆμα ἀλλοιοῦνται, τὸ δὲ σῶμα καὶ ἡ ψυχὴ καὶ ὁ κηρὸς τὰ αὐτὰ μένουσιν οὐκ ἀλλοιουμένης τῆς οὐσίας. Καὶ ἡ μὲν οὐσία καὶ ἡ ὕλη τοῦ σώματος μία, χρώματα δὲ πολλά. Ὁμοίως καὶ ἐπὶ πάντων τῶν λοιπῶν τὸ μὲν ὑποκείμενον οὐσία ἐστί, τὸ δὲ ἐν ὑποκειμένῳ τῇ οὐσίᾳ θεωρούμενον συμβεβηκός. Ὁρίζονται δὲ τὴν μὲν οὐσίαν οὕτως· Οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον καὶ μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν. Συμβεβηκὸς δέ ἐστι τὸ μὴ δυνάμενον ἐν ἑαυτῷ εἶναι ἀλλ' ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν. Οὐσία τοίνυν ἐστὶ θεὸς καὶ πᾶν κτίσμα, εἰ καὶ ὁ θεὸς ὑπερούσιος οὐσία ἐστίν. Εἰσὶ δὲ καὶ οὐσιώδεις ποιότητες, περὶ ὧν ἐροῦμεν. 5 Περὶ φωνῆς. Ἐπειδὴ σκοπὸς ἡμῖν ἐστι διαλαβεῖν περὶ πάσης ἁπλῶς φιλοσόφου φωνῆς, δεῖ δὲ ἡμᾶς πρότερον γνῶναι, περὶ ποίας φωνῆς ἡ φιλοσοφία καταγίνεται, ἐξ αὐτῆς τῆς φωνῆς τὴν ἀρχὴν τοῦ λόγου ποιούμενοί φαμεν· Ἡ φωνὴ ἢ ἄσημός ἐστιν ἢ σημαντική. Καὶ ἄσημος μέν ἐστιν ἡ μηδὲν σημαίνουσα, σημαντικὴ δὲ ἡ σημαίνουσά τι. Εἶτα πάλιν ἡ ἄσημος φωνὴ ἢ ἄναρθρός ἐστιν ἢ ἔναρθρος. Ἄναρθρος μὲν οὖν ἐστιν ἡ μὴ δυναμένη γραφῆναι, ἔναρθρος δὲ ἡ δυναμένη γραφῆναι. Ἔστιν οὖν ἄναρθρος καὶ ἄσημος φωνὴ οἷον ἡ γινομένη ἀπὸ λίθου τυχὸν ἢ ξύλου, οὔτε γὰρ γράφεται οὔτε σημαίνει τι, ἄσημος δὲ καὶ ἔναρθρος οἷον σκινδαψός· τοῦτο γὰρ γράφεται μέν, ἀλλ' οὐδὲν σημαίνει, οὔτε γὰρ γέγονε σκινδαψὸς οὔτε ἐστί. Περὶ μὲν οὖν τῆς ἀσήμου φωνῆς καὶ τῆς ἀνάρθρου καὶ ἐνάρθρου οὐδεὶς λόγος τῇ φιλοσοφίᾳ. Ἡ δὲ σημαντικὴ φωνὴ πάλιν ἢ ἄναρθρός ἐστιν ἢ ἔναρθρος. Ἄναρθρος μὲν οὖν σημαντικὴ φωνή ἐστιν ὡς ἡ ὑλακὴ τῶν κυνῶν· αὕτη γὰρ σημαίνει μὲν τὸν κύνα, ὅτι κυνὸς φωνή ἐστι. Σημαίνει δὲ καί τινος παρουσίαν. Ἄναρθρος δέ ἐστι, διότι οὐ γράφεται. Οὔτε οὖν περὶ ταύτης ἐστὶ λόγος τῇ φιλοσοφίᾳ. Ἡ δὲ σημαντική ἐστιν ἢ καθόλου ἢ μερική· καθόλου μὲν οἷον ἄνθρωπος, μερικὴ δὲ οἷον Πέτρος, Παῦλος. Οὔτε οὖν περὶ τῆς μερικῆς ἐστι λόγος τῇ φιλοσοφίᾳ, ἀλλὰ περὶ τῆς σημαντικῆς καὶ ἐνάρθρου καὶ καθόλου ἤγουν κοινῆς καὶ ἐπὶ πολλῶν λεγομένης. Αὕτη δὲ πάλιν ἢ οὐσιώδης ἐστὶν ἢ ἐπουσιώδης. Οὐσιώδης μὲν οὖν ἐστιν ἡ δηλωτικὴ τῆς οὐσίας ἤγουν φύσεως τῶν πραγμάτων (ἐπουσιώδης δὲ ἡ δηλοῦσα τὰ συμβεβηκότα), οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν. Ταῦτα ὅλα οὐσιώδη εἰσίν. Ἐὰν γὰρ ἀφέλῃς τι τούτων ἐκ τοῦ ἀνθρώπου, οὐκ ἔσται ἄνθρωπος. Ἐὰν γὰρ εἴπῃς, ὅτι οὐκ ἔστι ζῷον, οὐκ ἔτι ἐστὶν ἄνθρωπος. Καὶ ἐὰν εἴπῃς «οὐκ ἔστι λογικόν», οὐκ ἔστιν ἄνθρωπος. Ὁμοίως καί, ἐὰν εἴπῃς, ὅτι οὐκ ἔστι θνητόν, οὐκ ἔστιν ἄνθρωπος· πᾶς γὰρ ἄνθρωπος καὶ ζῷόν ἐστι καὶ λογικὸν καὶ θνητόν. ∆ιὰ τοῦτο οὖν λέγονται οὐσιώδεις, ὅτι αὗται συμπληροῦσι τὴν φύσιν τοῦ ἀνθρώπου καὶ ἀδύνατον συστῆναι τὸν ἄνθρωπον ἐκτὸς αὐτῶν. Ὁμοίως καὶ ἐπὶ ἑκάστου πράγματος τὰ συνιστῶντα τὴν φύσιν αὐτοῦ οὐσιώδη λέγονται, ἐπουσιώδη δὲ τὰ συμβεβηκότα, ἅτινα ἐνδέχεται εἶναι ἐν τῷ ὑποκειμένῳ, ἀνθρώπῳ τυχὸν ἢ ἵππῳ ἢ ἑτέρῳ τοιούτῳ τινί, καὶ μὴ εἶναι, οἷον τὸ λευκόν· κἂν γάρ ἐστί τις λευκὸς κἂν μέλας, οὐδὲν ἧττον ἔσται ἄνθρωπος. Ταῦτα οὖν καὶ τὰ τοιαῦτα ἐπουσιώδη εἰσὶν ἤγουν συμβεβηκότα, ἅτινα αὐτά τε δυνάμεθα ἔχειν καὶ τὰ τούτων ἐναντία. Ἡ οὐσιώδης φωνὴ ἢ τὸ τί ἐστι δηλοῖ ἢ τὸ ποῖόν τί ἐστι, οἷον ἐρωτώμενοι «τί ἐστιν ἄνθρωπος» φαμὲν «ζῷον», εἶτα ἐρωτώμενοι «ποῖον ζῷον» λέγομεν «λογικὸν θνητόν». Ἡ οὖν οὐσιώδης φωνὴ ἡ δηλοῦσα τὸ ποῖόν τί ἐστι λέγεται διαφορά. Ἡ δὲ δηλοῦσα τὸ τί ἐστιν ἢ πολλὰ εἴδη σημαίνει καὶ ποιεῖ τὸ γένος, ἢ πολλοὺς τῷ ἀριθμῷ μὲν διαφέροντας ἀλλήλων, τῷ δὲ