φθορά, εἰς ἀποφυγὴν τοῦ λοιμοῦ τὴν θεραπείαν προὔλαβον ἐκθέμενος ἐν ταῖς πρὸ τούτου διφθέραις. Προϋπέσχετο τὴν κατὰ Μήδων νίκην ἑαυτῷ τῷ γίνεσθαι τὴν ναυμαχίαν Θεμιστοκλῆς στρατηγῶν περιπλευσουμένων ἀγρυπνίᾳ, μέγα καὶ τοῦτο ὂν πλεονέκτημα τῶν πολεμίων τὸ ὕπνον ἁρπάσαι. Καὶ Ῥωμαίων δὲ αὐτοκράτορες παλαιοὶ γυμνότερον καὶ δραστικώτερον ἐχρήσαντο τῷ πράγματι, νύκτωρ ἐπάγοντες τῷ στρατοπέδῳ τῶν ἐναντίων κουφοτάτους τε πεζοὺς καὶ μετ' αὐτῶν σαλπιγκτὰς ἱππέας δι' ὧν κατώρθουν δυοῖν θάτερον· ἢ γὰρ ἀμελεστέρας τὰς προφυλακὰς καὶ φυλακὰς καταλαβόντες, ἀνήλισκον τοὺς ἐμποδών, ἢ πανικὸν ἐπενέβαλλον· τῶν μὲν καὶ τοξευόντων καὶ ἀκοντιζόντων, καὶ τῶν ἀπὸ σφενδόνης δὲ ἀφιεμένων φερομένων, ὁπότε ἀστοχοῖεν, κατὰ σκηνῆς ἢ ἵππου ἢ ὅπλου, ἦν ὁ κτύπος πλεῖον τοῦ τρῶσαι κατορθῶν, ἐκπλήσσων δὲ ἀεὶ τὸν πλησίον τῷ φόβῳ· περιϊππεύοντες δὲ οἱ σαλπιγκταὶ πολεμικὸν ἐνηχοῦντο, ὡς ἀεὶ φαντασίαν τοῖς κατ' αὐτὸ τεταγμένοις παρέχειν ἐπιπεσεῖσθαι ὅσον οὐδέπω τοὺς πολεμίους. Εἶτα μεθ' ἡμέραν ἐξήγοντο τὸ στρατόπεδον, παντὶ τρόπῳ τὸ μὴ συμβάλλειν μηχανώμενοι, τήν τε ἐπιοῦσαν νύκτα ὁμοίαν ἐκτιθέντες τῇ παρελθούσῃ, τῶν μὲν οἰκείων διαναπαυομένων ὅλῃ σχολῇ ἡμέρας, ἢ ἄλλων ἐπιπομπῇ, τῶν δὲ αὐτῶν αἰεὶ ἐπιβουλευομένων ἀγρυπνεῖν. Ὅσα δὲ ἐκ τούτου δυστράπελα τίς οὐκ οἶδεν; ἄλγημα κεφαλῆς, κακοσιτίας, σώματος ἀτονίαν τοῦ ὑπνῶσαι κἂν ὁπωσοῦν ἐπιθυμίᾳ, τὴν αὐτὴν περίστασιν διαδεχομένων νυκτός τε καὶ ἡμέρας. Τοῦτο ἑξῆς δράσαντες, αὐτοβοεὶ τοὺς ἀντιπάλους αἱρήσομεν ἀγρυπνίᾳ τεθηλυμμένους. 1.3 Ἀγωνιστικόν Τοὺς δὲ εὑρισκομένους ἐν ταῖς γαστράσι τῶν γενναίων ἀλεκτρυόνων λίθους ἐπαινοῦσι μὲν ἅπαντες οἱ περὶ ταῦτα δεινοί, ὡς ἀρετῆς τε καὶ νίκης συνεργούς· φορουμένους γὰρ ἤτοι ἐν σκυτίσιν, ἢ ὑπὸ τῇ γλώττῃ φερομένους, εὐϋποστάτους καὶ διαρκεῖς καὶ ἀδίψους φυλάττειν στρατιώτας καὶ ἀθλητὰς καὶ μονομάχους. Ἄλλοι δὲ ἄλλο εἶδος καὶ χρόαν αὐτῶν διηγοῦνται, οἳ μὲν κρυσταλλοειδεῖς καὶ τραχεῖς, οἳ δὲ μέλανας, οἱ ἀληθεύοντες· εὑρίσκεσθαι δὲ ἐν κατατυθέντι τῷ νικήσαντι, ὡς οὐχὶ τῆς ἀρετῆς τοῦ ὄρνιθος, ἀλλὰ τῆς φύσεως τοῦ λίθου αἰτίας τοῦ κρατεῖν γεγενημένης. Ἐπεὶ οὖν, ἤτοι ὑπὸ στόματι ἢ περὶ βραχίονι φορούμενος, ὁ λίθος ἢ ἐκπίπτει ἢ ὑπ' ἀνταγωνιστοῦ περιτέμνεται, ἀνυπόπτῳ καὶ πολλῆς δυνάμεως χρηστέον περιβολῇ. Ἀλεκτρυὼν ὁ νικήσας, ὥσπερ ἔθος σκευασθείς, ἐσθιέσθω πᾶς ὑπὸ τοῦ ἀγωνιῶντος, ὡς περιλέπεσθαι τὰς σάρκας καὶ πάσας, ὁλόκληρα δὲ φυλαχθῆναι ἄθραυστα τὰ ὀστέα· εἶτα μετὰ τὴν τράπεζαν καθαριζέσθω πυρί. Ὁ ὄρνις, οὐκ ἔθ' ἡμέρας ἀλλὰ νίκης ἐσομένης ἄγγελος, διάδοχον ἀηττησίας τῆς ἑαυτοῦ τὸν φαγόντα ποιῶν, ἐς τὸν ἄνδρα ᾗ ἀρετῇ μετοικεῖ. Ἐχρήσατο Πέρσαις μαχόμενος ὁ Νεοκλέους τῷ λίθῳ καὶ τῇ τροφῇ· κἀκεῖθεν ἐνομοθέτησε τοὺς ἀλεκτρυόνων ἀγῶνας ἐν Ἀθήναις ἐγηγερμέναις, καὶ ἤγαγον Ἀθηναῖοι μετὰ νίκην τὴν Μηδικὴν ἀλεκτρυόνων ἐπινίκια. 1.4 Πρὸς τομὴν πληγέντοσ Ἐπεὶ πολλοὶ πρὸς τὰς ἀναγκαίας ἀπὸ σιδήρου θεραπείας εἰσὶ δειλοί, φοβούμενοι μᾶλλον τὴν ἀπὸ τῆς ἰάσεως ἀλγηδόνα τοῦ μέλλοντος ἐκ τοῦ μὴ θεραπευθῆναι βλάβους, φέρε πως παραμυθησώμεθα τὸν τῆς ὀδύνης ὄκνον, εὐθαρσεστέρους τοὺς κάμνοντας εἰς τὸ ὑποστῆναι τὴν ἴασιν καθιστάντες. Κούφην ἐχέτω ὁ ἰώμενος χεῖρα, ἵνα εὐκόλως τὴν τομὴν ἐπιδράμῃ, ὀξεῖαν δὲ φερέτω τὴν ἀκμήν· ὀδυνηρὸν γὰρ ἡ ἀμβλύτης. Εὐτρεπὴς δὲ ἐς πάντα ὢν ὁ βοηθῶν, καὶ ἐπιπασάτω τῇ πλίνθῳ ἥπερ ἐν πεντα γώνῳ δʹ κεῖται, ᾧ κατὰ τὸ πυραμοειδὲς ἔγκειται σημεῖα λέξεώς τε καὶ κρούσεως ὑπάτων ἐναρμονίου, ἄλφα ὕπτιον καὶ γάμμα ἀπεστραμμένον ὄπισθεν γραμμὴν ἔχον. 1.5 Πρὸς τὴν ἀπὸ σιδήρου πληγήν Καὶ τῷ πληγέντι δὲ ἀπὸ σιδήρου τόδε ὀδύνης ἄκος· τὸν τρώσαντα σίδηρον ἀλεῖψαι προσήκει, εἶτ' ἐπικροῦσαι αὐτὸν τῷ τραύματι· λέγωμεν <δὲ> «τὰ τὰ» τρίς, ἅμα τε ἐπιπτύοντες Ῥωμαῖαν τινὰ ῥῆσιν ἣ ἐν τῷ ἐκκειμένῳ πενταγώνῳ <εʹ> ἔγκειται πρὸς τὰ σημεῖα χρωματικῆς, ἄλφα <ὕπτιον ὄπισθε γραμμὴν ἔχον καὶ γάμμα> ἀπεστραμμένον ὄπισθε βʹ γραμμὰς ἔχον. Ἡ μὲν οὖν ἀλγηδὼν παύσεται· τὸ δὲ