τῆς ἀρετῆς· πείθει δέ με καὶ οὗτος παρ' ὀλίγον, καὶ οὐ τελείως ἐν παντὶ κακῷ γεγονὼς ὁ πλούσιος ἐν τῷ ᾅδῃ διὰ κακίαν κρινόμενος, καὶ οἰκτείρων τοὺς ἀδελφούς· τὸ δὲ ἐλεεῖν, σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς. Ἡ γνῶσις καὶ φρέαρ ἐστὶ καὶ πηγή· τοῖς μὲν γὰρ προσελθοῦσι ταῖς ἀρεταῖς, βαθὺ φρέαρ εἶναι δο κεῖ· τοῖς δὲ ἀπαθέσι καὶ καθαροῖς, πηγή· οὕτω καὶ ὁ Σωτὴρ ἐκαθέζετο ἐπὶ τῇ πηγῇ, ὥρα ἦν ὡσεὶ ἕκτη· πηγὴν δὲ νόει τὴν θείαν γνῶσιν, καὶ οὐ τὸ φρέαρ τοῦ ὕδατος· ὥσπερ δὲ ἡ πηγὴ πρόκειται ἀκόπως, τουτέστι τὸ τρέχον ὕδωρ τοῖς διψῶσιν, οὕτω τὸ φρέαρ ἐν κόπῳ τοῖς θέλουσιν ἀντλεῖν· καὶ ὥσπερ ἡ πηγὴ ἄπαυστός ἐστι τοῦ ῥεῖν, οὕτως ἡ αἰσθητικὴ γραφὴ ἀένναον ἔχει τὸν δρόμον, καὶ εὔκολον τοῖς διψῶσι τὸν Θεὸν γεραίρειν· καὶ ὥσπερ τὸ φρέαρ κόπον παρέχει τοῖς ἀντλοῦσιν, οὕτω καὶ ἡ θεωρητικὴ γνῶσις τοῖς θέλουσι δι' αὐτῆς τὰς ἀρετὰς κατορθῶσαι, ψυχῆς τε καὶ σώματος, τά τε θεῖα ἐννοεῖν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀντιποιηθῆναι. 17.176 Γυναῖκα ἐνταῦθα τὴν τοῦ Θεοῦ γνῶσιν σημαίνει· αὕτη δὲ ἐκ νεότητος ἡμῖν ἐδόθη· ἥντινα ἀνωτέρω διδασκαλίαν ὁ Σολομῶν νεότητος λέγει· Υἱὲ, γάρ φησι, μή σε καταλάβῃ βουλὴ κακὴ (τὸν διάβολον λέγων, ὡς κακῶς βουλευσάμενον)· ἡ ἀπολιποῦσα διδασκα λίαν νεότητος, καὶ διαθήκην θείαν ἐπιλελησμένη· λήθη δὲ καὶ ἀπόλειψις, γνώσεως κτήσεως δεύτεραι· ὥσπερ καὶ ὑγείας νόσος ἐσχάτη, καὶ ζωῆς θάνατος δεύτερος· ἅμα δὲ καὶ τούτοις τε, ὅτι ὅπερ ἡ αὐτὴ γνῶσις, καὶ μήτηρ λέγεται καὶ γυνὴ καὶ ἀδελφή· μήτηρ μὲν, ἐπειδὴ ὁ διδάξας με, δι' αὐτῆς με γεγέν νηκεν, ὡς Παῦλος διὰ τοῦ Εὐαγγελίου Γαλάτας· γυνὴ δὲ, ὅτι συνοῦσά μοι τίκτει τὰς ἀρετὰς καὶ δόγματα ὀρθά· εἴ γε ἡ σοφία ἀνδρὶ τίκτει φρόνησιν· ἀδελφὴ, ὅτι ἐγώ τε καὶ αὕτη ἐκ τοῦ ἑνὸς γεγόναμεν Θεοῦ καὶ Πατρός· Εἶπον γὰρ, φησὶ, τὴν σοφίαν, σὴν ἀδελ φὴν εἶναι. Ἡ χάρις καὶ ἡ φιλία ἐλευθεροῖ· ἡ δὲ ἀρετὴ καὶ γνῶσις ἐλευθεροῦσι ψυχὴν λογικήν· ἡ χάρις γὰρ καὶ ἡ φιλία, ἀρετὴ καὶ γνῶσίς ἐστιν· εἰ δὲ ἔλαφος ἐκ τῆς φιλίας, ὁ πῶλος ἐκ τῶν χαρίτων γεννᾶται· ἡ οὖν ἔλαφός ἐστι τῆς θεωρίας σύμβολον· ὁ δὲ πῶλος, τῆς ἀπαθείας· ἡ μὲν γὰρ, ἐξ ἀρετῶν· ἡ δὲ, ἐκ τῆς γνώσεως γίνεσθαι πέφυκεν. -Ἡ μὲν ἔλαφός ἐστιν θεωρίας σύμβολον, σωμάτων καὶ ἀσωμάτων καὶ γνώσεως Θεοῦ· ἡ δὲ φιλία, τῆς πρὸς Θεὸν καὶ τὸν πλησίον ἀγάπης· ὁ δὲ πῶλος, τῆς ἀπαθείας· καὶ ἡ μὲν θεωρία τῆς πρὸς Θεὸν γνώσεως, ἐξ ἀρετῶν εἴωθε γίνεσθαι ψυχικῶν· ἡ δὲ ἀγάπη, ἐκ τῆς σοφίας γί νεσθαι πέφυκεν· ἡ δὲ ἀπάθεια, ἐκ τῶν τοῦ σώματος ἀρετῶν· παραινεῖ δὲ ἡμᾶς ταῖς τοιαύταις χάρισιν ἀεὶ προσομιλεῖν· ὁ δὲ τούτοις ἐμφιλοχωρῶν, οὐ μόνον τῷ Θεῷ προσομιλήσει, ἀλλὰ καὶ σύνοικος γενήσεται αὐτῷ. -Ἰδία τῆς λογικῆς φύσεώς ἐστιν ἡ ἀρετὴ, ἥτις καλεῖται φιλία, καὶ συμφιλιάζει τῷ Θεῷ τοὺς ἑπομένους αὐτῇ διὰ τῆς γνώσεως τοῦ Θεοῦ. -Ἐν γὰρ τῇ τῆς ἀρετῆς φιλίᾳ καὶ τῇ τῆς γνώσεως, ὁ συμπεριφερόμενος πολλοστός ἐστι τῶν ὠφελουμέ νων. Τινὲς μὲν τοῦτο περὶ τῆς ἔξωθεν σοφίας νομίζου σι λέγεσθαι, πρὸς ἣν χρονίζειν οὐ καλὸν διὰ τὰς ἐν αὐτῇ ἀπάτας· τινὲς δὲ περὶ τῆς κακίας καὶ τὸ μὴ πολὺν εἶναι πρὸς αὐτὴν, ἑρμηνεύουσιν οὕτως· ὅτι ἀδύνατον μὲν παντάπασιν ἀπέχεσθαι ἄνθρωπον πονη ρῶν λογισμῶν· μὴ ἐγχρονίζειν μέντοι ἐν αὐτοῖς, δυνα τόν· οὓς καὶ ἀγκάλας καλεῖ. Πᾶς ὁ τὸν φίλον τὸν Χριστὸν ἐγγυώμενος, ὡς δικαιοσύνην καὶ ἀλήθειαν, παραδίδωσι τὴν ἑαυτοῦ ψυχὴν τοῖς ἐχθροῖς, τοῖς εἰωθόσι πολεμεῖν τοῖς ἀνθρώ ποις, διὰ τὴν πρὸς τὸν Σωτῆρα φιλίαν· φιλία γάρ ἐστι πνευματικὴ, γνῶσις Θεοῦ, καθ' ἣν καὶ οἱ ἅγιοι φίλοι Θεοῦ χρηματίζουσιν, ὡς ὁ Ἰωάννης ὁ Βαπτι στὴς φίλος ἦν τοῦ νυμφίου, Μωϋσῆς τε καὶ οἱ ἀπόστο λοι· Οὐκέτι γὰρ, φησὶν, ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους. Ὁρᾷς ἀγῶνα καὶ ἀγρυπνίαν; Ὕπνος μέν ἐστι ψυ 17.177 χῆς ἡ κατ' ἐνέργειαν ἁμαρτία· νυσταγμὸς δὲ, τὸ πρῶτον ἐν τῇ ψυχῇ συνιστάμενον ἀκάθαρτον νόημα· ἐπινυσταγμὸς δὲ ἡ πρὸς τὰ χείρω ῥοπή· κωλύει οὖν ὁ μὲν νόμος τὸν ὕπνον· τὸν δὲ νυσταγμὸν τὸ Εὐαγγέ λιον· εἴ γε ὁ μὲν περικόπτει τὴν κατ' ἐνέργειαν ἁμαρ τίαν· τὸ δὲ, τὴν κατὰ διάνοιαν πρῶτον συνισταμέ νην κακίαν· Ἐῤῥέθη γὰρ, φησὶ, τοῖς ἀρχαίοις, Οὐ φο νεύσεις· ἐγὼ δὲ λέγω