τῷ Θεῷ πράττουσαν ψυχὴν, Θεὸν παραπικραί νουσι, θεομαχοῦντες σαφῶς. - Εξωσον αὐ τοὺς ἀπὸ τῆς ἀσεβείας, εὐσεβεῖς αὐτοὺς ἐρ γασάμενος. -Μακαριότης ἐστὶ, βουλῆς πά σης ἐκπεσεῖν. 5.12 Καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάν τες οἱ ἐλπίζοντες ἐπὶ σὲ, εἰς αἰῶνα ἀγαλ λιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς. Τῶν ἐπιβούλων καταλυθέντων, ἡ εὐφρο σύνη σοῦ κατασκηνοῦντος ἐν αὐτοῖς εἰς αἰῶ να. Καὶ πῶς γὰρ οὐκ ἀγαλλίασις, ῳ Θεὸς πάρεστιν, ὡς ἐν ἰδίῳ ναῷ ἐνοικῶν τε καὶ περιπατῶν; ὡς τὸ μακρύνεσθαι Θεοῦ, τῆς ἁμαρτίας αἰχμαλωτιζούσης, θρήνων ἐπάξιον. Τέλος δὲ τῶν ἀγαθῶν, ἀπολαβεῖν κληρονο μίαν καὶ κλῆρον εχειν ἐνοικοῦντα Θεόν. 5.13 ̔Ως οπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. Στέφανος, φησὶν, ἡμῖν τῶν πόνων χάρις, ἡ τὸ τέλος τούτῳ, καθάπερ οπλῳ τινὶ, φράτ τουσα ἡμᾶς. 6.2,3 Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· ἐλέη σόν με, Κύριε· οτι ἀσθενής εἰμι, ιασαί με, οτι ἐταράχθη τὰ ὀστᾶ μου. Θυμός ἐστιν ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυ χῆς, κατ' ἐξοχὴν ἀμύνης. Λέγει ουν· εἰ καὶ ἐξώτερος ὁ θυμὸς ἐλέγχει, καὶ ἡ ὁργὴ τά χιον παιδεύει, ἐγώ γε διὰ τὴν ἀσθένειάν μου δεόμαι τοῦ ἐλέους σου, καὶ δι' αλλης ἐλεγ χθῆναι καὶ παιδευθῆναι θεραπείας, οὐ τηλικούτους προσαγού σης πόνους. Θέλει γὰρ καὶ μὴ θυμῷ Θεοῦ ἐλεγχθῆναι, καὶ μὴ παιδευθῆναι ἐν ὀργῇ αὐτοῦ, καὶ ἐλεηθῆναι, ἀσθενὴς ων, καὶ ἰα θῆναι ἀπὸ τῆς ταραχῆς τῶν ὀστέων καὶ τῆς ψυχῆς αὐτοῦ. - Σύμμαχος· ἐν χόλῳ, ἐν ἀνυπερθεσίᾳ. 6.6 Οτι οὐκ εστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου. Πᾶς ὁ μνημονεύων τῆς ζωῆς, τῆς εἰπού σης· ̓Εγώ εἰμι ἡ ζωὴ, οὐκ εστιν ἐν θανάτῳ. 6.7 Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου. Προτρεπτικὸν πρὸς τὸ δακρύειν ἐν νυκτὶ προσευχομένου. 6.11 Αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου. ∆αιμόνων τὸ διὰ παντὸς τὴν ἀνομίαν ἐργάζεσθαι, ἀνθρώπων τὸ μὴ διὰ παντὸς, ἀγγέλων τὸ μηδὲ διὰ παντὸς, μήτε μὴ διὰ παντὸς, οπερ ἐστὶν οὐδέποτε. - ̓Απὸ μοχ θηρῶν διαβουλιῶν ἀποπεσεῖν, οὐ κακὸν τῷ ἀποπίπτοντι, οὐκ ἐρχομένῳ ἐπὶ τὸ μοχθη ρὸν αὐτῶν τέλος, ὡς οὐ καλὸν τῶν κρειτ τόνων μὴ ἐπὶ τέλος ἐλθεῖν. 7.5 Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι αρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Κενός ἐστιν ὁ μὴ δυνάμενος λέγειν· ̓Εκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλά βομεν καὶ χάριν ἀντὶ χάριτος. ∆ιόπερ καὶ οἱ τοιοῦτοι κάλαμοι λέγονται, τρέφοντες ἐν ἑαυτοῖς τὰ θηρία, περὶ ων ειρηται· ̓Επι τίμησον γὰρ, φησὶ, τοῖς θηρίοις τοῦ καλά μου, καί· ̔Ο διάβολος, φησὶν ὁ ̓Ιὼβ, παρὰ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ βούτομον καὶ κάλαμον· ουτος γὰρ βα σιλεύς ἐστι πάντων τῶν ἐν τοῖς υδασι. 7.6 Καταδιώξαι αρα ὁ ἐχθρὸς τὴν ψυ χήν μου, καὶ καταλάβοι. Ινα χοϊκὸς, ἀντὶ ἐπουρανίου, γενοίμην. 7.10 Συντελεσθήτω δὴ πονηρία ἁμαρ τωλῶν, καὶ κατευθυνεῖς δίκαιον. ̓Εὰν συντελεσθῇ ἡ πονηρία τῶν ἁμαρ τωλῶν, ὁ δίκαιος κατευθύνει τὴν ὁδὸν αὑ τοῦ, μηκέτι πολεμούμενος ὑπ' αὐτῶν. 7.13 ̓Εὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομ φαίαν αὐτοῦ στιλβώσει. ̔Ρομφαία ἐστὶ νοητὴ, λόγος πνευματικὸς χωρίζων ψυχὴν ἀπὸ σώματος η κακίας η ἀγνωσίας. 7.14 ̔Ητοίμασε σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις. Καιόμενοί εἰσιν οἱ τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου δεχόμενοι. 7.17 Καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. ̔Η κορυφὴ νῦν τὸν νοῦν σημαίνει, ειπερ ὁ στέφανος τῆς χάριτος, κατὰ τὸν Σωλο μῶντα, ητις ἡ σοφία, δέδεται τῇ κορυφῇ. 8.1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν. Κολαστικὸν καὶ τιμωρητικόν. Εὐσεβίου. ̓Ενταῦθα εἰς τὸ τέλος ειρηται, διὰ τὸ ἐπὶ συντελείᾳ τῶν αἰώνων τετυχηκέ ναι τὰ ἐν τῷ παρόντι ψαλμῷ πεπροφητευμέ να· ὑπὲρ δὲ τῶν ληνῶν διὰ τοὺς ἐν πάσῃ τῇ γῇ συστάντας λαοὺς, καὶ τὰς ἐκκλησίας τοῦ Θεοῦ, ασπερ ὁ λόγος ληνοὺς ἀλληγορικῶς ἀποκαλεῖν ειωθεν· πάλαι μὲν ουν, ὁπηνίκα εις ην ὁ λαὸς ὁ καλούμενος ̓Ισραὴλ, ἀμ πελὼν ἐχρημάτιζεν ουτος. Καὶ ὁ νεὼς ὁ παρ' αὐτοῖς πύργος, προλήνιόν τε τὸ πρὸ τοῦ νεὼ θυσιαστήριον, κατὰ τὴν τοῦ ̔Ησαΐου προφη τείαν. ̓Αλλὰ νῦν οὐ μιᾶς ληνοῦ, πλειόνων δὲ ληνῶν ὁ λόγος