παρουσίας τοῦ Χριστοῦ. Εἰ γὰρ εἰρηνοποίησε διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ τά τε ἐν τῇ γῇ καὶ τὰ ἐν τῷ οὐρανῷ, κατὰ τὸν θεῖον Ἀπόστολον, τί ὀκνεῖς παρα δέξασθαι, ὅτι καὶ πρὸς τοὺς πατέρας ἡ ἐπισκοπὴ, καὶ τοῦτο ἡ εἰς τὸν ᾅδην αὐτοῦ ἄφιξις ἐπραγματεύ σατο διὰ τὸ ἀνεξιχνίαστον αὐτοῦ ἔλεος; Τοῦτο δὲ, εἰ καὶ νῦν γέγονεν, ἀλλ' ἔκπαλαι προανεφωνήθη· καὶ ἀδύνατον ἦν μὴ ἐκβῆναι αὐτοὺς λόγους εἰς ἔργον. Ὅρκῳ γὰρ ἐβεβαίωσε τὰς ἐπαγγελίας διὰ τὸ ἀπα ράβατον, ὅτι πάντως ἔσται. Καὶ νῦν οἱ πιστοὶ ἀφόβως ἐκ χειρὸς τῶν νοητῶν ἐχθρῶν ῥύονται. Πολλάκις ῥύονταί τινες, καὶ τὰ λοιπά. Οὐκ εἰς τὴν τῶν Ἰουδαίων συναγωγὴν εἰς Ἱεροσόλυμα πρὸς τοὺς ἱερεῖς καὶ γραμματεῖς καὶ Φαρι σαίους ἀπέρχεται ὁ ἄγγελος· ἀλλὰ ποιμένας εὑρίσκει ἀγραυλοῦντας, καὶ φυλάσσοντας φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν· τούτοις γὰρ εὐαγ γελίζεται τοῦ Σωτῆρος τὴν γέννησιν. Οὗτοι μὲν γὰρ ἄπλαστοι ἦσαν, τὴν παλαιὰν πολιτείαν ζηλοῦντες τῶν πατριαρχῶν. Ποιμένες γὰρ ἦσαν καὶ οὗτοι, οἳ καὶ δραμόντες τοῖς ἑτέροις καὶ ἀπήγγελλον. Ἐκεῖνοι γὰρ διεφθαρμένοι ὄντες τῷ φθόνῳ, ἔμελλον κρύπτειν τὸ τῆς τοῦ κόσμου σωτηρίας μυστήριον. Μόνος γὰρ οὗτος διήνοιξε μήτραν ἐκ παρθένου τεχθείς. Οὐδὲν γὰρ τῆς μήτρας ἐκείνης ἥψατο πρὸ Χριστοῦ. Πάντα δὲ τὰ πρωτότοκα, εἰ καὶ πρωτότοκά ἐστιν, ἀλλ' οὐ διανοίγουσιν αὐτὰ πρῶτα τὴν μήτραν, ἀλλ' ὁ σύμβιος. Μήπως καταλέλοιπεν αὐτούς. Ὀδυνώμενοι οὖν ἐζήτουν τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ζητοῦντες αὐτὸν, οὐχ εὗρον ἐν τοῖς συγγενέσιν· ὑπὲρ γὰρ τὴν συγγένειαν αὐτῶν ἦν. ΚΕΦ. Βʹ. Στίχ. μθʹ. Οὐκ ᾔδειτε, ὅτι ἐν τοῖς τοῦ Πατρὸς ἔδει εἶναί με; Ὡς πρὸς ῥητὸν ὁπλισώμεθα κατὰ τῶν ἀθέων αἱ ρέσεων, λεγουσῶν, ὅτι οὐχ ὁ δημιουργὸς Πατὴρ Ἰη σοῦ Χριστοῦ, οὐδὲ ὁ Θεὸς τοῦ νόμου, οὐδὲ ὁ Θεὸς τοῦ ναοῦ, οὗτός ἐστιν ὁ Πατὴρ τοῦ Χριστοῦ. Τῆς γὰρ φω νῆς αὐτοῦ ἀκούοντες οἱ ἀπὸ Οὐαλεντίνου, αἰδείσθω σαν, λέγοντος· Ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με, εἰ προσίενται τὸ ῥητόν. Ἆρα γὰρ οὕτως ἦσαν ἀσύνετοι, ὡς μὴ συνιέναι, ὅ τι ἔλεγεν· Ἐν τοῖς τοῦ Πατρὸς, ἀντὶ τοῦ· Ἐν τῷ ναῷ, Ἢ μήποτέ τι μυστή 17.325 ριον αἰνίττεται· Εἴ τις ὑμῶν τοῦ Πατρός ἐστιν, ἔχει τὸν Χριστὸν ἐν ἑαυτῷ; Μᾶλλον γὰρ τοῦ Πατρὸς ὁρῶν ἔμψυχον ναὸν, τὸν καλόν τε καὶ ἀγαθὸν, ἢ τὸν ναὸν ἐκεῖνον· ἐξῆλθε γὰρ ἀπὸ τοῦ ναοῦ ἐκείνου εἰπών· Ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν, καὶ ἀπῆλθεν ἐπὶ τὸν ναὸν τοῦ Πατρὸς, τὰς Ἐκκλησίας τὰς πανταχοῦ. Στίχ. ναʹ. Καὶ ἦν ὑποτασσόμενος αὐτοῖς, καὶ τὰ λοιπά. Ἐπὶ μὲν τῷ παρὰ Ἰουδαίοις μόνοις κηρυσσο μένῳ προφητικῷ ἀναγράφεται βασιλείας μόνον Ἰου δαίων· Ὅρασις γὰρ, φησὶν, ἣν εἶδεν Ἡσαΐας κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ τῆς Ἱερουσαλὴμ ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαν καὶ Ἀχὰζ, καὶ Ἐζχίου· καὶ οὐδένα ἄλλον οἶδα βασιλέα ἀναγεγραμμέ νον ἐν τῷ χρόνῳ τῆς προφητείας ἢ τὸν τῆς Ἰουδαίας· ἐπί τινων δὲ προφητειῶν καὶ τὸν βασιλέα τοῦ Ἰσ ραήλ. Ὅτε δὲ ἔμελλε τὸ μυστήριον τοῦ Εὐαγγελίου Ἰωάννης κηρύσσειν, ἀναγέγραπται οὐχὶ Ἰουδαίας μόνος βασιλεὺς Ἡρώδης, οὐδὲ Ῥωμαίων μόνος Τιβέριος. ΚΕΦ. Γʹ. Εἰ μὲν οἱ ἀπὸ τῶν ἐθνῶν μόνοι ἔμελλον σώζε σθαι, πάντη δὲ ἀποκέκλεισται ἡ σωτηρία τῶν υἱῶν Ἰσραὴλ, ἤρκει τὸ, Ἐν ἔτει ιεʹ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος· ἐπειδὴ δὲ δεῖ καὶ τοὺς ἀπὸ τῆς Γαλι λαίας, καὶ τοὺς ἀπὸ τῆς Ἰτουραίας καὶ Τραχωνίτι δος, καὶ Ἀβιλινῆς πιστεύειν, διὰ τοῦτο ἀναγράφονται καὶ αὗται αἱ βασιλεῖαι. Ἐμνήσθη δὲ καὶ τῶν ἀρχιε ρέων Ἄννα καὶ Καϊάφα, ἵνα δείξῃ, ὅτι ἀπὸ τοῦ και ροῦ, καθ' ὃν ἦλθεν ὁ Ἰωάννης κηρύσσων, ἦσαν οὗτοι ἀρχιερεῖς ἐν ἐκείνῳ τῷ καιρῷ ἀρξάμενοι, μείναντες δὲ ἕως τοῦ πάθους τοῦ Κυρίου ἐν τῇ ἀρχιερωσύνῃ. Τοῦ αὐτοῦ. Οὐδέποτε γέγονε ῥῆμα Θεοῦ ἐπί τινα τῶν προφητῶν ἐν τῇ ἐρήμῳ. Ἐπειδὴ δὲ ἔμελλε πολ λὰ τέκνα τῆς ἐρήμου μᾶλλον εἶναι ἢ τῆς ἐχούσης τὸν ἄνδρα, διὰ τοῦτο ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην ἐν τῇ ἐρήμῳ. Εἰ γὰρ μὴ τοῦτο ἦν, ἐκ περισσοῦ ἐποίει κηρύσσων ἐν τῇ ἐρήμῳ. Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου· ποῦ γὰρ ἔδει τὸν Βα πτιστὴν προέρχεσθαι, ἢ εἰς τὴν περίχωρον τοῦ Ἰορ δάνου, ἵνα, ἐάν τις βούληται μετανοεῖν, εὐθέως εὐ πορήσῃ τοῦ