ἀναπαύσασθαι. «Καὶ ταῦτα τὰ δικαιώματά μου, ἃ παραθήσῃ ἐνώ πιον αὐτῶν. Ἐὰν κτήσῃ παῖδα Ἑβραῖον,» καὶ τὰ ἑξῆς. Ἀναγκαῖον ἐξετάσαι τί νόμος, καὶ τί πρόσ ταγμα, τί δὲ δικαιώματα, καὶ κρίματα, καὶ μαρτύρια, καὶ ἐντολαί. ∆ικαιώματα μὲν οὖν ἐστι, τὸ ἐνθάδε εἰ ρημένον, «Ἐὰν κτήσῃ παῖδα Ἑβραῖον,» καὶ τὰ ἑξῆς, περὶ αὐτοῦ εἰρημένα· κρίμα δὲ, ἵνα ἱερέως θυ γάτηρ ἐὰν μοιχευθῇ, πυρὶ κατακαίηται· ἐντολαὶ δὲ, «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι·» πρόσταγμα δὲ, «Κατα βὰς διαμάρτυραι τῷ λαῷ, καὶ πλυνάτωσαν τὰ ἱμά τια αὐτῶν·» μαρτύρια δὲ, «∆ιαμαρτύρομαι ὑμῖν σήμερον τὸν οὐρανὸν καὶ τὴν γῆν.» «Ἓξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἔτει τῷ ἑβδόμῳ, ἀπελεύσεται ἐλεύθερος δωρεάν.» Σημαίνει ἡ ἐν τῷ ἑβδόμῳ ἐλευθέρωσις, ἔτι δὲ καὶ ἡ ἐν τῷ σαββάτῳ τῶν ἔργων κατάπαυσις τὴν ἐν χάριτι ἡμῖν διὰ Χριστοῦ ἐλευθερίαν. «Προσάξει αὐτὸν ὁ κύριος αὐτοῦ πρὸς τὸ κριτή ριον τοῦ Θεοῦ.» Ἀκύλας καὶ Σύμμαχος εἶπον, «πρὸς τοὺς θεούς.» Θεοὺς δὲ τοὺς κριτὰς ὀνομάζουσι, καὶ θεοῦ κριτήριον, τὴν τούτων ψῆφον. «Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι. Τὴν ἑορτὴν τῶν ἀζύμων φυλάξασθε. Ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα, καθάπερ ἐνετειλάμην σοι, κατὰ τὸν καιρὸν τοῦ μηνὸς τῶν νέων. Ἐν γὰρ αὐτῷ ἐξῆλθες ἐξ Αἰ γύπτου. Οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενὸς, καὶ ἑορτὴν τοῦ θερισμοῦ πρωτογεννημάτων ποιήσεις τῶν ἔργων σου.» Αἱ ἑορταὶ τοίνυν τοῦ Θεοῦ, οἷς ἐστι πνεῦμα, πνευματικαί εἰσι· καὶ οὐδεὶς χοϊκὸς ἑορτάζει τὰς ἑορτὰς πνευματικῶς. «Τίς γὰρ συμφωνία δικαιοσύ νης καὶ ἀνομίας;» ἵνα μὴ τὰ ἑξῆς λέγω. Οὐ δύναται χοϊκὸς ἑορτάσαι ἑορτὰς πνευματικὰς, ὥσπερ οὐδὲ πνευματικὸς ἑορτὴν χοϊκήν. Καὶ μετ' ὀλίγα. Τί ἐστιν ὁ μὴν τῶν νέων; τοὺς αἰσθητοὺς φήσεις καρπούς· οὔπω ἐνέστηκεν ὁ μὴν τῶν νέων, τοῦ ἐνιαυτοῦ φέρε εἰπεῖν ὀψιμωτέρου ὄντος. Τὸ δὲ, ἐὰν γένηταί ποτε ἐνιαυτὸς, ὥστε μηδὲ φέρειν τὴν γῆν τοὺς καρποὺς, ἆρα δυνάμεθα ἑορτάζειν ἐν τῷ μηνὶ τῶν νέων, ὡς κεκέλευκεν ὁ Θεὸς ἑορτάζειν τοὺς ἑορτάζοντας; Οὐκοῦν δεῖ κατ' ἐνιαυτὸν τὴν ἑορτὴν ἑορτάζειν. Ἐπαπορῶ δὲ πάλιν καὶ περὶ τοῦ δευτέρου νόμου, τοῦ κατὰ τὴν ἑορτὴν τὴν δευτέραν. Φησὶ γὰρ «ἑορτὴν τοῦ θερισμοῦ τῶν πρωτογεννημάτων.» Ἐάν τις σπείρῃ, καὶ μὴ γένωνται οἱ καρποὶ πρῶτοι, ἀλλὰ τελευ 12.296 ταῖοι, οὗτος οὐκ ἂν δύναιτο ἑορτάσαι τὴν ἀρχὴν τοῦ θερισμοῦ τῶν πρωτογεννημάτων. ∆εῖ γὰρ ἔχειν σε γεννήματα, ἵνα δυνηθῇς ἑορτάζειν. Τί δὲ, ἂν χώραν μὴ ἔχω, πῶς ἂν δυναίμην τὴν ἑορτὴν ταύτην ἑορτάζειν, τῆς λέξεως λεγούσης, «Καὶ ἑορτὴν θερισμοῦ τῶν πρωτογεννημάτων ποιήσεις τῶν ἔργων σου, ὧν ἐὰν σπείρῃς ἐν τῷ ἀγρῷ σου;» οὐκ ἔσπειρα, οἰκοδόμος εἰμί· οὐκ ἔσπειρα, ὑφάντης εἰμί· ἀγρὸν οὐκ ἔχω, πῶς δύναμαι τὴν δευτέραν ἑορτάζειν ἑορτήν; Καὶ δὴ καὶ περὶ τὴν τρίτην, «Καὶ ἑορτὴν συντελείας ἐπ' ἐξόδῳ τοῦ ἐνιαυτοῦ.» Καὶ μεθ' ἕτερα. Τί βούλεται λόγος ἡμῖν λέγειν ὁ κελεύων ἡμᾶς ἑορτάζειν τὴν ἑορτὴν τῶν ἀζύμων τῷ μηνὶ τῶν νέων; Ἀπόθου τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ. Καὶ ἵνα γε ποιήσῃς τὴν ἑορτὴν ἐν τῷ μηνὶ τῶν νέων, καὶ σὺ νέος γενοῦ, ἵνα γένηται ὁ μὴν τῆς ἑορτῆς τῶν νέων, καὶ σὸς μήν. Νέων γὰρ, καὶ οὐ παλαιῶν ἐστιν οὗτος ὁ μήν. Πῶς οὖν δεήσει νέον καὶ σὲ γενέσθαι; Νοήσας τὰς ἑορτὰς, τὴν ἑορτὴν τῶν νέων ὁ ἀπόστολος Παῦλός φησιν, «Ἐκδυ- σάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος.» Οὐκοῦν ἵνα ἀγάγῃς τὴν ἑορτὴν ἐν μηνὶ τῶν νέων, νέον σε γενέσθαι δεῖ, καὶ πᾶσαν ἀποθέσθαι παλαιό- τητα. Εἶτα ποίαν ἑορτὴν πρώτην ἄγεις; ὅτι τὴν ἑορτὴν τῶν ἀζύμων, μάνθανε ἀπὸ τοῦ Ἀποστόλου· «Τὸ γὰρ πάσχα ἡμῶν, φησὶν, ὑπὲρ ἡμῶν ἐτύθη Χριστός· ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.» Ἅμα δὲ συνάγαγε τὰ νενομοθετημένα περὶ τῆς ἑορτῆς τῶν ἀζύμων, καὶ ὄψει μὲν τὸ ἄλογον τῶν τῷ ῥητῷ ὡς πνευματικῷ μὴ προσεχόν- των, καταφρονούντων δὲ τῶν πνευματικῶν ὡς μὴ χρησίμων. «Οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός.» Ἴσθι ὅτι πᾶς ἄνθρωπος ἢ κενός ἐστιν, ἢ πλήρης. Εἰ μὲν γὰρ οὐκ ἔχει