ἀσώματος οὖσα οὔτε ἐσθίει οὔτε πίνει, ἀλλὰ μὴ μεριμνήσητε τῇ ψυχῇ τί φάγητε ὑμεῖς ἢ τί πίητε· καὶ γὰρ ἡ ψυχὴ προβάλλεται τὴν ὀρεκτικὴν δύναμιν, ἀλλ' οὐ χάριν ἑαυτῆς, ἀλλὰ τῆς τοῦ σώματος προνοίας· τοῦτο γάρ ἐστι τὸ τρεφόμενον. 26 Mt 7, 1 Ἐὰν κρίνῃς, κριθήσῃ, φησίν, ὑπὸ σεαυτοῦ· εἰ γὰρ ἁμαρτωλοὺς κρίνεις ἁμαρτωλὸς ὤν, κατὰ σεαυτοῦ τὴν ἰδίαν κρίσιν φέρεις. ἄφες λοιπὸν τὸ ἑτέρους κρίνειν καὶ κρῖνε σεαυτὸν μόνον, ὅπως μὴ ἀφ' ἑτέρων κρινόμενος κληρονομήσῃς γέενναν. 27 Mt 7, 2 Ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε ἀντὶ τοῦ· ἐν αὐτῷ τῷ κατακρίνειν ἑτέρους ὑπὸ κρίμα γίνεσθε κριτοῦ ἁρπάσαντες πρόσωπον, οὓς ἐχρῆν τὴν τῶν κρινομένων τάξιν ἐννοοῦντας καὶ τῶν οἰκείων πλημμελημάτων τὸ πλῆθος τρέμειν καὶ δεδοικέναι καὶ περὶ τούτων φροντίζειν καὶ ἀγωνιᾶν, ὅπως ἀπολογήσωνται, ἀλλὰ μὴ τούτων ὑπερορῶντας ἑτέρων ἐλαττώματα λογοθετεῖν καὶ τούτους κατακρίνειν ἐπὶ τούτοις, ὧν αὐτοὶ χείρονα μακρῷ ἐστιν ὅτε διαπράττονται. ἄν τε οὖν μείζονα ἄν τε ὅμοια ἄν τε ἐλάττονα αὐτοῦ ἡμαρτηκότα κατακρίνῃ τις, ἑαυτὸν κατακρίνει· ὁ μὲν γὰρ ἐλάττονα ἁμαρτήσαντα εὔδηλον, ὅτε μᾶλλον ἑαυτὸν κατέκρινε μείζονα αὐτὸς ἡμαρτηκὼς καὶ προσθεὶς τούτοις τὸ καὶ ἑτέρους κατακρίνειν. ὁ δὲ μείζονα ἁμαρτήσαντα κρίνων καὶ αὐτὸς κατέκρινεν ἑαυτόν, ὅτι δέον ἐξαλεῖψαι τὰ οἰκεῖα καὶ τὸν κοινὸν κριτὴν ἐξιλεώσασθαι συντριμμῷ καρδίας καὶ μεταμελείᾳ, ὁ δὲ φυσηθεὶς κατὰ τοῦ πλησίον κριτοῦ ἀξίωμα ἐνέδυ καὶ κρίνειν ἑτέρους ἐπήρθη εἷς καὶ αὐτὸς τυγχάνων τῶν κρινομένων. ὡσαύτως δὲ καὶ ὁ τὸν τὰ ὅμοια ἡμαρτηκότα κατακρίνων κοινὴν ἐξάγει τὴν ψῆφον καθ' ἑαυτοῦ τε <καὶ> τοῦ κατακρινομένου, μᾶλλον δὲ καθ' ἑαυτοῦ· τῷ μὲν γὰρ διὰ τῆς ἰδίας προπετείας καὶ τὰ ἐνόντα ἐμετρίωσε πλημμελήματα, ἂν φιλοσόφως ἐκεῖνος μάλιστα τὴν παροινίαν ἐνέγκῃ τὴν αὐτοῦ, ἑαυτῷ δὲ προσθήκην εἰργάσατο τῶν κακῶν τοῖς ἔμπροσθεν καὶ τὴν ἀπὸ τοῦ κατακρίνειν ἑτέρους τιμωρίαν προσειληφώς. τί οὖν; οὐ δεῖ, φησίν, κρίνειν ἑτέρους κἂν τὰ ἀτοπώτατα εἴησαν ἀναισχυντοῦντες, κλέπτοντες, λῃστεύοντες; μάλιστα μὲν οὐδὲ τούτους σε κατακρίνειν φησίν· τούτους γὰρ καὶ τοὺς τοιούτους νόμοι καὶ δημόσιαι κρίσεις κολάζουσιν, σὲ δὲ συναλγεῖν καὶ συλλυπεῖσθαι προσήκει τοῖς κατακρίτοις ἐν τῷ ἐκείνων πάθει τὰ σὰ ἀποβλέπειν δοκοῦντα κακά, ἀλλὰ μὴ ἐπεμβαίνειν μηδὲ ἐπιπλήττειν τὸν ἐν τῷ πτώματι κείμενον. τί οὖν; μηδὲ νουθετῶμεν μηδὲ παραινῶμεν ἀνανῆψαί τινα τοῦ σφάλματος; μενοῦνγε, ἂν ἑαυτοὺς προτέρους διορθωσώμεθα μάλιστα· ἄλλο γὰρ παραίνεσις καὶ νουθεσία καὶ συμπάθεια καὶ ἄλλο κρίσις καὶ ἐπιτίμησις καὶ ἐπίπληξις καὶ τὰ μὲν πᾶσίν ἐστι χρήσιμα εὐκαίρως γινόμενα, ἐπιτιμᾶν δὲ καὶ κρίνειν καὶ ἐπιπλήττειν ἀρχιερεῦσι θεοῦ μόνοις ἀνήκει, ἐπειδὰν τὰ λοιπὰ πάντα ἐπιδειξάμενοι οὐδὲν βελτίω τὸν θεραπευόμενον διέθηκαν. κρίνει δὲ καὶ ἐπιτιμᾷ καὶ ὁ τὰς δικαστικὰς ἐμπεπιστευμένος ψήφους, οὓς ἂν αἱ πράξεις εἰς δικαστήριον ἄγωσιν, καὶ πατὴρ παῖδα ἐπὶ βελτιώσει ἠθῶν· καὶ δεσπόται δούλοις ἐπιτιμᾶν καὶ κρίνειν καὶ ἐπιπλήττειν φιλανθρώπως καὶ εὐμενῶς οὐ κωλύονται. γίνονται οὖν διαφοραὶ ἀπό τε τῆς κρίσεως αὐτῆς καὶ τῶν κρινόντων καὶ τῶν κρινομένων προσώπων τοσαῦται· μία μὲν ἂν ὁ κρίνων καὶ ἐπιπλήττων, φιλῶν καὶ στέργων, ἀλλὰ μὴ διασύρων καὶ μισῶν τοῦτο ποιῇ· δευτέρα δὲ ἂν νόμῳ καὶ κοινῷ τῆς πολιτείας καὶ δικαίῳ τοῦτο ποιῇ· τρίτη δὲ ἂν κατὰ μηδὲν μὲν τούτων, μισῶν δὲ καὶ διακωδωνίζων τοῦτο ποιῇ· ἢ καὶ μάτην οὐδὲ τὸν κρινόμενον καλῶς ἐγνωκώς· ἢ ἐν ταῖς κατ' ἐκείνου ἐπιτιμήσεσιν ἀκριβής τις εἶναι δόξει πραγματευόμενος καὶ τὰ οἰκεῖα αἴσχη τῇ περὶ ἑτέρους ἀποτομίᾳ καὶ διαβολῇ ἀποκρύπτειν πειρώμενος ὡς ὁ ἐπὶ τούτοις ἑτέρους τραχέως ἐπιτιμῶν οὐκ ἂν αὐτὸς νομισθείη τοῖς ὁμοίοις ἑαλωκώς. ἕκτη δὲ διαφορὰ ἂν αὐτοὶ τῶν κρινομένων ὄντες κρίνειν ἄλλους ἐπιχειρῶσιν· οὔτε γὰρ φιλίαν οὔτε στοργὴν οἱ τοιοῦτοι ἔχουσιν εἰς ἀπολογίαν. 28 Mt 7, 5 Τὸ ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου καὶ τὰ ἑξῆς ἐπήγαγε πᾶσαν πρόφασιν ἐκκόψαι τὴν εἰς τὸ κατακρίνειν