γῆ, καὶ οἱ ταύτης καρποὶ διαφόροις δαίμοσι προσεκληρώθησαν· τὴν μὲν ἄμπελον εἰπόντες δῶρον ∆ιονύσου, τὴν δὲ ἐλαίαν τῆς Ἀθηνᾶς· καὶ ἄλλῳ ἄλλοι καρποί. Καὶ τοῦτο ὁ αὐτὸς λόγος τῆς ἀληθείας ἀσφαλιζόμενός φησιν, Εὐλογεῖτε, πάντα τὰ φυόμενα ἐν τῇ γῇ, τὸν Κύριον. Αὐτὸς γάρ ἐστι πάντων τῶν φυέντων καὶ τῶν φυομένων ∆ημιουργὸς καὶ ∆εσπότης. Εἶτα μετὰ τοῦτο, ὄρη καὶ βουνοί. Ἆρ' οὖν ἐκτός εἰσι τὰ ὄρη καὶ οἱ βουνοί; Οὐδαμῶς· ἀλλ' ἐπειδὴ ἐν τοῖς βουνοῖς τὰ τῶν δαιμόνων μιαρὰ κατεσκεύαστο, κἀκεῖ τὰ ἀγάλματα προσεκυνεῖτο, διὰ τοῦτό φησιν· Εὐλογεῖτε, ὄρη καὶ βουνοὶ, τὸν Κύριον. Ἀλλ' ὅμως μνημονεύσας τῶν βουνῶν, μέμνηται καὶ τῶν πηγῶν καὶ ποταμῶν καὶ θαλάσσης· καὶ γὰρ καὶ αὐταὶ ἐθεοποιήθησαν· καὶ Νύμφας ἐκάλεσαν τὰς πηγὰς, Ποσειδῶνα τὴν θάλασσαν, Σειρῆνάς τινας καὶ Νηρηΐδας· ὅτι δὲ καὶ ποταμοὶ προσεκυνήθησαν, μαρτυρεῖ τὰ ἐν Αἰγύπτῳ μέχρι τῆς δεῦρο· ἔθυον τῇ ἀναβάσει τοῦ Νείλου, οὐ Θεὸν αὐτὸν ἐπὶ τῇ φύσει θαυμάζοντες, ἀλλ' αὐτὸ τὸ ὕδωρ ὡς θεὸν θεραπεύοντες. ∆ιὰ τοῦτο καὶ ποταμοὺς καὶ πηγὰς καὶ θάλασσαν εἰς τὴν ὑμνῳδίαν καλοῦσιν. Εἶτα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ κτήνη· οὐδὲ γὰρ ταῦτα θεοποιίας ἐκτός· καὶ γὰρ ἀετὸς προσεκυνεῖτο, καὶ ἱέραξ· καὶ τὰ θηρία καὶ τὰ κτήνη καὶ τῇ τῶν θεῶν προσηγορίᾳ τετιμήκασιν Αἰγύπτιοι· καὶ τοσοῦτον ἴσχυσεν ἡ πλάνη, ὅτι καὶ ἀπὸ τῶν προσκυνουμένων ζώων καὶ τὰς πόλεις ὠνόμασαν· καὶ λέγεται παρ' αὐτοῖς Κυνῶν καὶ Προβάτων καὶ Λύκων καὶ Λεόντων. Ἀλλὰ μετὰ ταῦτα πάντα παράγεται λοιπὸν τὸ ἀνθρώπινον γένος. Εὐλογεῖτε, φησὶν, υἱοὶ τῶν ἀνθρώπων, τὸν Κύριον. Τελευταῖον τάσσεται τὸ ἀνθρώπινον γένος, οὐ κατὰ τὴν ἀξίαν, ἀλλὰ διὰ τὴν δημιουργίαν. Εὐλογεῖτε, Ἰσραὴλ, τὸν Κύριον. Ὅπερ ἦν τῶν ἐπὶ τῆς γῆς ἀνθρώπων ἐξαίρετον γένος, τοῦτο τοίνυν παράγει, καὶ τὸ τηνικαῦτα ἐν τῷ ἔθνει πολλὰς ἐκτίθεται διαφορὰς, καὶ παράγει τοὺς ἱερέας τοῦ Κυρίου εἰς ἔλεγχον τῶν ἱερέων τῶν ψευδωνύμων θεῶν. Εἶτά φησι· ∆οῦ56.599 λοι Κυρίου. Εἶτα ἵνα μὴ δόξωσιν οἱ προελθόντες ταύτης τῆς χορείας ἀλλότριοι εἶναι, μετὰ τῶν ζώντων αὐτοὺς ἀριθμοῦσι παρὰ τῷ Θεῷ, λέγοντες· Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ τῶν δικαίων, τὸν Κύριον· εἶτα, Ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον. ∆ιὰ τί ὁσίων καὶ ταπεινῶν μέμνηται; Ἵνα δείξῃ, ὅτι Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάττεται, τοῖς δὲ ταπεινοῖς χάριν δίδωσι, τοὺς ἀλαζόνας ἔξω τῆς καμίνου κατέφλεγε, τοὺς ὁσίους καὶ ταπεινοὺς ἐν μέσῳ τοῦ πυρὸς διεφύλαξεν. ∆ιὸ καὶ συνεχόρευσε τοῖς ἁγίοις τὸ πῦρ· μετὰ γὰρ πάντων καὶ αὐτὸ ὑμνεῖν προσετάχθη τὸν ∆ημιουργόν· Εὐλογεῖτε, πῦρ καὶ καῦμα, τὸν Κύριον· ἵνα παιδεύωνται οἱ Βαβυλώνιοι μάγοι, παρ' οἷς τιμᾶται τὸ πῦρ, ὅτι τοῦτο οὐκ ἔστι τῶν προσκυνουμένων, ἀλλὰ τῶν προσκυνούντων. Ἀλλ' ὅμως ἐπὶ τὸ τελευταῖον ἐλθόντες καταπαύσωμεν τὸν λόγον. Εὐλογεῖτε, φησὶν, Ἀνανία, Ἀζαρία, Μισαὴλ, τὸν Κύριον. Τίς ἦν χρεία τοσούτων ταγμάτων ἠριθμημένων τῷ τελευταίῳ αὐτοὺς ὀνόματι προστεθῆναι; αὐτοὶ γὰρ οὐκ ἦσαν ἐν τοῖς υἱοῖς Ἰσραὴλ εὐλογήσαντες; αὐτοὶ οὐκ ἦσαν τοῖς δούλοις τοῦ Κυρίου συνηριθμημένοι, ὅτε ἔλεγον, Εὐλογεῖτε, δοῦλοι Κυρίου, τὸν Κύριον; ἢ ὅτε, Ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, οὐ ἐν τοῖς ὁσίοις ἠριθμημένοι; τί οὖν βούλεται τὸ ἐκ προσ56.600 θήκης, Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, Μισαὴλ, τὸν Κύριον; Ἀλλ' ἐπειδὴ ὑπερφυὲς ἦν θαῦμα, ἐπειδὴ παρὰ φύσιν ἀνθρωπίνην (ἐν σώματι γὰρ τὴν κάμινον εἰσελθόντες κατεπάτησαν), ἵνα μή τις τῶν πεπλανημένων διὰ τὸ ξένον τοῦ θαύματος θεοὺς αὐτοὺς προσειπεῖν τολμήσειε, καὶ προσκυνεῖν οὕτω μᾶλλον δικαίως, ἢ τὸ πῦρ, τοὺς τοῦ πυρὸς περιγεγονότας, ἵνα μηδὲν τοιοῦτο πάθωσιν οἱ βλέποντες, διὰ τοῦτο μηνύουσι τὴν ἑαυτῶν δουλείαν, καὶ ὁμολογοῦσι τὴν προσκύνησιν, λέγοντες, Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, Μισαὴλ, τὸν Κύριον. Λέγεται δὲ, ὅτι τὸν ∆ανιὴλ ὁ Θεὸς διὰ τοῦτο οὐ συνεχώρησεν εἰς τὸ μαρτύριον τοῦτο παραληφθῆναι. Ἐπειδὴ γὰρ τὸ ὄναρ τοῦ βασιλέως ἡρμήνευσε, καὶ ὡς θεὸς ὑπ' αὐτοῦ τοῦ βασιλέως προσεκυνήθη, καὶ ἐκλήθη Βαλτασὰρ τῷ ὀνόματι τοῦ θεοῦ τοῦ παρὰ Πέρσαις, ἵνα μὴ νομισθῇ διὰ τὸ ἐνεγκάμενον αὐτῷ ὄνομα τοῦ