5
ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ Θεοῦ." Καὶ τοῦτο δὲ τὴν πνευματικὴν αὐτοῦ δείκνυσι χάριν. Οὔτε γὰρ πάντων ἐστὶ τὰς θείας οἰκονομίας εἰδέναι· οὗτος δὲ τοῦ θείου Πνεύ ματος ἠξιωμένος, καὶ ἔγνω σαφῶς, καὶ τοὺς ἄλλους διδάσκει, ὅτι τοῦ Θεοῦ τῶν ὅλων συγχωρήσαντος, διά τε τὴν τοῦ λαοῦ καὶ τοῦ βασιλέως παρανομίαν, καὶ τὴν πολλὴν ἀσέβειαν, καὶ ἡ πόλις ἑάλω, καὶ τῶν ἱερῶν σκευῶν ἔνια ὑπὸ τὴν τῶν πολεμίων ἐξουσίαν ἐγένετο. Καὶ λίαν δὲ ἀναγκαίως τέθεικε τό· "Ἔδωκε Κύριος ἐν χειρὶ αὐτοῦ τὸν Ἰωακεὶμ, βασιλέα Ἰούδα,"ἵνα μή τις ὑπολάβῃ οἰκείᾳ δυνάμει τὸν Ναβουχο δονόσορ χρησάμενον τῆς τῷ Θεῷ ἀνακειμένης περι γενέσθαι πόλεως· μάθωσιν ἅπαντες καὶ ἀκριβῶς, ὅτι τοῦ Θεοῦ προδεδωκότος, καὶ τὴν πάλαι φρουροῦ σαν τὴν πόλιν ἀποστήσαντος χάριν, ὑπὸ τοὺς πολε μίους ἐγένετο. Τοῦτο καὶ διὰ Ἡσαΐου τοῦ προφή του σαφὲς ποιῶν αὐτὸς ὁ τῶν ὅλων Θεὸς οὕτω φησί· "Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐ τόν;" ∆ιδάσκει δὲ διὰ τούτων, ὡς αὐτὸς τοῖς ἀνθρώ ποις ἐπιφέρει τὰς τιμωρίας, κέχρηται δὲ ὀργάνοις τοῖς εἰς τοῦτο ἐπιτηδείοις. "Καὶ ἤνεγκεν αὐτὰ, φησὶν, εἰς γῆν Σενναὰρ, εἰς οἶκον θεοῦ αὑτοῦ, καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς οἶκον τοῦ θησαυροῦ τοῦ θεοῦ αὑτοῦ." Καὶ ἴσως ἄν τις εἴποι· Τί δήποτε τῶν ἀνθρώπων ἡμαρτηκότων, τὰ ἅγια σκεύη, τὰ τῷ Θεῷ ἀνακεί μενα, παρεδόθη δυσσεβέσιν ἀνθρώποις; Φασὶ δὲ ταῦτα οἱ τῶν θείων οἰκονομιῶν τὸν σκοπὸν ἀγνοοῦν τες. "Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν· ὁ δὲ πνευματικὸς ἀνακρίνει πάντα," κατὰ τὸν θεῖον Ἀπόστολον· καὶ πέπεισται μὲν ὅτι μάτην οὐδὲν ὑπὸ τῆς θείας προμηθείας οἰκονομεῖται, φωτιζόμενος δὲ ὑπὸ τοῦ θείου Πνεύματος, καὶ τὰς αἰτίας μανθάνει· ὥσπερ ἀμέλει καὶ τὸ νῦν ζητούμενον ἔστι καταμα θεῖν τὸν πνευματικῶς νοεῖν προαιρούμενον. Πολλὴ γὰρ ἐντεῦθεν οὐχὶ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς βαρβάροις ὠφέλεια γεγένηται. Πρῶτον μὲν γὰρ ἐδιδάχθησαν Ἰουδαῖοι τὸ τῆς θείας φύσεως ἀνενδεές· οὐ γὰρ ὡς δεόμενος τῶν ὅλων Θεὸς τὰ παρὰ τῶν ἀνθρώπων προσφερόμενα δέχεται, ἀλλ' ἐκείνους εὐγνωμοσύνην διδάσκων, καὶ διδοὺς θερα πείαν τε καὶ ἀντιδόσεως ἀφορμήν. Πῶς γὰρ ἂν ἑτέρως ἠδυνήθημεν, ὑπὲρ ὧν εὐεργετήθημεν, ὡς δυνατὸν ἀμείψασθαι τὸν εὐεργέτην Θεὸν, εἰ μὴ τὰ 81.1272 βραχέα ταῦτα καὶ εὐτελῆ παρὰ τῶν προσφερόντων ἐδέχετο; Πεῖσαι τοίνυν βουλόμενος Ἰουδαίους, ὡς οὐ τὴν οἰκείαν χρείαν ἀναπληρῶν, ἀλλὰ πρὸς τὴν ἐκεί νων ἀσθένειαν συγκατιὼν, τὰς παρ' αὐτῶν προσ φερομένας θυσίας ἐδέχετο, εἰκότως ἀποστραφεὶς αὐ τοὺς καὶ αἰχμαλωσίᾳ παραδοὺς, καὶ τὰ ὑπ' αὐτῶν προσενεχθέντα σκεύη, δι' ὧν αὐτὸν θεραπεύειν ἐνό μιζον, σὺν αὐτοῖς αἰχμάλωτα δέδωκεν. Ὁ γὰρ τοὺς λογικοὺς παραδοὺς τιμωρίᾳ, τί δήποτε τῶν ἀψύχων ἐφείδετο; ∆ιδάσκει δὲ αὐτοὺς καὶ δι' αὐτῶν τῶν πραγμάτων, ὅτι Βαβυλωνίων, τῶν βαρβάρων, τῶν δυσσεβῶν, κατ' οὐδὲν διαφέρουσιν· ἀσεβοῦσι γὰρ ὥσπερ ἐκεῖνοι, μᾶλλον δὲ πλέον ἤπερ ἐκεῖνοι. Οἱ μὲν γὰρ οὔτε νόμον δεξάμενοι, οὔτε προφητῶν ποδ ηγῶν ἀπολαύσαντες, ἀγνοίᾳ κατείχοντο· οἱ δὲ ὑπὸ μυρίων παλαιῶν τε καὶ νέων φωτιζόμενοι προφητῶν, καὶ μυρίων ὅσων θαυμάτων αὐτόπται γενόμενοι, κατεφρόνουν μὲν τοῦ τῶν ὅλων Θεοῦ, τὰ δὲ ἄψυχα εἴδωλα θεραπεύοντες διετέλουν. Παρέδωκε τοίνυν τοῖς βαρβάροις τὰ σκεύη, μονονουχὶ λέγων δι' αὐτῶν τῶν πραγμάτων, ὅτι Κατ' οὐδὲν τῶν βαρβάρων διαφέρετε· ὁμοίως γὰρ αὐτὰ καὶ ὑμεῖς ταῖς παρανομίαις μο λύνετε, καὶ ἴσον ἐστὶν ὑμᾶς τε ταῦτα ἔχειν, καὶ Βα βυλωνίους· ἀσέβεια γὰρ καὶ ὑμῶν κἀκείνων κρατεῖ. Τοὺς μὲν οὖν Ἰουδαίους ἱκανὸν ἦν τοῦτο καὶ ἐλέγξαι, καὶ παιδεῦσαι, καὶ ὠφέλειαν αὐτοῖς οὐ μικρὰν πραγματεύσασθαι· οἱ δὲ Βαβυλώνιοι, ἡνίκα μὲν ἐτί μησαν, ὡς ἐνόμισαν, τὰ σκεύη, ἀνθρωπείας μὲν αὐτὰ χρήσεως ἔξω πεποιηκότες, τοῖς ὑπ' αὐτῶν δὲ προσκυνουμένοις ἀνατεθεικότες θεοῖς, τῶν λυπηρῶν οὐδαμῶς ἐπειράσθησαν. Ἐπειδὴ δὲ Βαλτάζαρ ὁ βασιλεὺς χρήσασθαι τούτοις ἐτόλμησεν ἑστιώμενος, ἐκολάσθη μὲν παραυτίκα καὶ