5
ἑβδομηκοντούτης συμπληροῦται χρόνος. Τῆς δὲ τοῦ ναοῦ ἐρημίας τὰ ἑβδομήκοντα ἔτη ὁ βουλόμενος ἀριθμῆσαι, ἀρξάσθω μὲν ἀπὸ ἑνδεκάτου ἔτους Σεδεκίου· τηνι καῦτα γὰρ ὁ θεῖος ἐνεπρήσθη νεώς· καταλήξῃ δὲ εἰς τὸ δεύτερον ἔτος ∆αρείου τοῦ Ὑστάσπου, ἐφ' οὗ μετὰ σπουδῆς ἁπάσης τὸν θεῖον ἀνεδείμαντο νεὼν, καὶ τέλους τὸ ἔργον τετύχηκεν· λέγει τοίνυν ὁ προφήτης, ὅτι. Τῷ τριακοστῷ ἔτει, ἐν τῷ τετάρτῳ μηνὶ, πέμ πτῃ τοῦ μηνὸς, ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλω σίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβὰρ, καὶ ἠνοίχθη σαν οἱ οὐρανοὶ, καὶ ἴδον ὅρασιν Θεοῦ. (βʹ.) Πέμπτῃ τοῦ μηνός· τοῦτο πέμπτον ἔτος τῆς αἰχμαλωσίας Ἰωακεὶμ τοῦ βασιλέως. Σαφῶς δὲ καὶ ἡμᾶς αὐτὸς ἐδίδαξεν, ὅτι οὐ τῆς αἰχμαλωσίας ἁπλῶς πέμπτον ἔτος, ἀλλὰ τῆς Ἰωακεὶμ τοῦ βα σιλέως αἰχμαλωσίας· οὗτος δὲ, ὡς ἔφην, Ἰεχονίας ἦν τρεῖς μῆνας βασιλεύσας, καὶ ὀλίγας ἡμέρας· ὁ γὰρ τούτου πατὴρ Ἰωακεὶμ ἑνδεκάτῳ ἔτει τῆς αὑτοῦ βασιλείας ἐν Ἱεροσολύμοις ἐσφάγη. Ἀνεῳχθῆναι δὲ τοὺς οὐρανοὺς ἔφη, οὐκ ἀληθείᾳ καὶ πρά γματι, ἀλλὰ πνευματικῇ θεωρίᾳ· "Καὶ ἴδον, φησὶν, ὅρασιν Θεοῦ." Οὐκ οὐσίαν Θεοῦ, ἀλλ' "ὅρασιν·" ἀπο κάλυψίν τινα, καὶ οἱονεὶ ἀνατύπωσιν, τὴν ἐφικτὴν ἀνθρωπείᾳ φύσει. "Καὶ ἤμην ἐν μέσῳ τῆς αἰχμα λωσίας." Ὁ εὐσεβὴς μετὰ τῶν δυσσεβῶν, μετὰ τῶν 81.821 παρανόμων ὁ δίκαιος. Τοσαύτη γὰρ ἡ τοῦ ∆εσπότου φιλανθρωπία, ὡς τῶν ἁμαρτωλῶν ἕνεκεν ἀνιαροῖς ἐκδιδόναι καὶ συμφοραῖς τοὺς οἰκείους θεράποντας. γʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιὴλ υἱὸν Βουζεὶ τὸν ἱερέα, ἐν γῇ Χαλδαίων, ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ. ∆ιπλοῖς κομᾷ χαρίσμασιν, ἱερωσύνῃ, καὶ προφητείᾳ· ἀμφότερα δὲ δῶρα τοῦ Πνεύματος· λέγει δὲ καὶ τὴν χώραν, καὶ τὸν τόπον, ἔνθα τῆς θείας ἀποκαλύψεως ἠξιώθη, πολλὰ διὰ τού των παραδηλῶν· πρῶτον μὲν, ὅτι τὸ Θεῖον ἀπερί γραφον, οὐκ ἐν μόνοις Ἱεροσολύμοις ἔχον τὴν ἐξου σίαν οὐδὲ μόνων Ἰουδαίων δεσπόζον, ἀλλὰ πάντων ὑπάρχον καὶ ποιητὴς, καὶ πρύτανις· δηλοῖ δὲ τοῦτο καὶ τὴν ἄῤῥητον ἀγαθότητα, ὅτι καὶ αἰχμαλωσίᾳ παραδοὺς ἀτημελήτους οὐκ ἐᾷ, ἀλλὰ προμηθείας ἁπάσης καὶ τῆς προσηκούσης ἀξιοῖ κηδεμονίας. Παρ' ὕδατα δὲ τῆς θεωρίας αὐτὸν ἀξιοῖ, προσημαίνων ἁπάντων ἀνθρώπων τὴν σωτηρίαν, καὶ τὴν διὰ τῆς τοῦ ὕδατος παλιγγενεσίας ἐσομένην τοῖς εὐσεβέσι θεογνωσίαν προδηλῶν. Οὕτω καὶ ὁ θεσπέσιος ∆ανιὴλ παρ' ὕδατα τὰς θείας ἐκείνας ἐθεώρησεν ὀπτασίας, καὶ ὁ νομοθέτης Μωσῆς παρὰ τὴν ὄχθην ῥιφεὶς δι' ὑδάτων τῆς σωτηρίας τετύχηκεν· οὕτω πάλιν αὐτὸ τὸ φρέαρ καὶ τὸ ὕδωρ τὸν γάμον προὐ ξένησεν· τοῦτο δὲ καὶ τοῖς πρὸ αὐτοῦ πατριάρχαις, οὐ τῷ Ἰακὼβ μόνον, ἀλλὰ καὶ τῷ Ἰσαὰκ συνέβη Ἀλλ' ἐπὶ τὴν ἑρμηνείαν ἐπανέλθωμεν· οὔτε γὰρ ἐπὶ ταῦτα τὴν ὁρμὴν ἐπὶ τοῦ παρόντος ὁ λόγος ἔχει. "Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου." Τὴν τοῦ θείου Πνεύματος ἐνέργειαν οὕτως ἐκάλεσε. Καὶ γὰρ ὁ θεσπέσιος Παῦλος ἀντιτείνοντι τῷ Ἐλύμᾳ παιδείαν ἐπιφέρων, οὕτως ἔφη· "Ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σὲ, καὶ ἔσῃ τυφλὸς, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ." Τοῦ δὲ θείου Πνεύματος ἦν ἐνέργεια, ὡς αὐτὸς ὁ Παῦλός φησιν, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ. "Ἐγένετο ἐπ' ἐμὲ, φησὶ, χεὶρ τοῦ Κυρίου." δʹ. Καὶ εἶδον, καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βοῤῥᾶ, καὶ νεφέλη μεγάλη ἐν αὐτῷ, καὶ φέγγος κύκλῳ αὐτοῦ, καὶ πῦρ ἐξαστράπτον. Ἀναγκαῖον πρότερον τὴν τῆς ἀποκαλύψεως αἰτίαν εἰπεῖν, εἶθ' οὕτω κατὰ μέρος τὴν ἑρμηνείαν ἐπαγα γεῖν. Πολλοὶ κατὰ τὸν καιρὸν τοῦτον ψευδοπροφῆται τοῖς προφήταις ἀντέλεγον· καὶ τοῦτο μάλιστα ἡμᾶς ὁ μακάριος Ἱερεμίας διδάσκει. Τοῦ γὰρ Θεοῦ κλοιο φορεῖν αὐτὸν κελεύσαντος, καὶ προλέγειν τὴν αἰχμ αλωσίαν, τοῦ τε βασιλέως, καὶ παντὸς τοῦ λαοῦ, Ἀνα νίας τις ψευδοπροφήτης ταῦτα συντρίψας, ἀντέλεγεν τοῖς ὑπὸ τοῦ προφήτου λεγομένοις, ἄντικρυς ψευδό μενος, καὶ βοῶν, ὅτι οὐ μόνον ἡ πόλις ἀνάστατος οὐ γενήσεται, ἀλλὰ καὶ οἱ ἤδη πρότερον αἰχμάλωτοι γεγονότες, οὐκ εἰς μακρὰν ἐπανήξουσι. ∆ιὸ πλέον ὁ ∆εσπότης ἀγανακτήσας Θεὸς σιδηρᾶ δεσμὰ ἐπιθῆναι 81.824 ἑαυτῷ ἀντὶ τῶν ξυλίνων παρακελεύεται, καὶ τοῖς μὲν ἐν τῇ Ἰουδαίᾳ τὴν πολιορκίαν καὶ τὸν ἀνδρα