1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

43

φαρμάκῳ χρησάμενος ποιήσομαι τῶν δυσωδῶν ἑλκῶν σου τὴν κάθαρσιν; τετόλμηκας γὰρ ἔργα γυναικὸς τὴν μὲν αἰδὼ τῶν μετώπων ἀποξυσάσης, ἀναισχύν τως δὲ καὶ προφανῶς τὴν ἀκολασίαν μετερχομένης. "Καὶ ἐξεπόρνευσας τρισσῶς ἐν ταῖς θυγατράσι σου." Τῶν ὑπηκόων σου, φησὶ, πόλεων ἡ σὴ παρανομία τριπλασίων ἐστὶ, καὶ ἣν ἔδει διδάσκαλον τῆς εὐσε βείας γενέσθαι, αὕτη πάσης ἀσεβείας ἀρχέτυπον ἀπεφάνθη. λαʹ. Ἐν τῷ οἰκοδομῆσαί σε, φησὶ, τὸ πορ νεῖόν σου ἐν ἀρχῇ πάσης ὁδοῦ, καὶ τὸ ἔκθεμά σου ἐποίησας ἐν πάσῃ τῇ πλατείᾳ, καὶ οὐκ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα. Οὔτε γὰρ ἡ τῶν ἀναγκαίων χρεία ἐπὶ ταύτην σε ἤγαγε τὴν ἀκο λασίαν· πάντων γὰρ ἀπολαύουσα τῶν ἀγαθῶν, καὶ τοῖς ἐμοῖς ἐντρυφῶσα δώροις, τὰ παρ' ἐμοῦ σοι διδόμενα προσέφερες ἐκείνοις. ∆ιὸ γυναικὶ ἔοικας, ἀνδρὶ μὲν συνεζευγμένῃ, μοιχοῖς δὲ τὴν ὥραν προϊεμένῃ, καὶ τὰ τοῦ ἀνδρὸς ἐκφερούσῃ, καὶ τοῖς ἐρασταῖς χορηγούσῃ. λβʹ. Ἡ γυνὴ γὰρ, φησὶ, καὶ ἡ μοιχωμένη ὑπὸ τὸν ἄνδρα αὑτῆς εἰς ἀλλοτρίους, ὁμοία σοι, ἡ παρὰ τοῦ ἀνδρὸς αὑτῆς λαμβάνουσα μισθώματα, καὶ πᾶσι τοῖς ἐκπορνεύουσιν εἰς αὐτὴν προσ διδοῦσα μισθώματα. Καὶ τὸ αὐτὸ πλατύτερον διεξιὼν, ἵνα σαφῶς διελέγξῃ τὴν ἀτοπίαν. λγʹ. Πάσαις γὰρ, φησὶ, πόρναις δίδοται μι σθώματα, σὺ δὲ προσέδωκας μισθώματα πᾶσι τοῖς ἐρασταῖς σου, καὶ ἐφόρτιζες αὐτοὺς τοῦ ἔρ χεσθαι πρὸς σὲ κυκλόθεν ἐν τῇ πορνείᾳ σου. Οὐδεὶς γὰρ οὐδὲν ἀγαθὸν παρὰ τῶν ἀλαστόρων δαι μόνων ἐδέξατο πώποτε· οἱ δὲ τούτοις δουλεύειν αἱ ρούμενοι, τὰ παρὰ τοῦ Θεοῦ χορηγούμενα τούτοις προσφέροντες, τὴν τούτων δεσποτείαν ἐφέλκονται. Τοῦτο γὰρ ᾐνίξατο εἰρηκώς· "Καὶ ἐφόρτιζες αὐτοὺς τοῦ ἔρχεσθαι πρὸς σὲ κυκλόθεν ἐν τῇ πορνείᾳ σου." ∆ι' ὧν γὰρ, φησὶ, προσέφερες, προέτρεπες αὐτοὺς προσθέειν σοι, καὶ προστρέχειν, καὶ διηνεκῶς συν εῖναι. 81.945 λδʹ. Καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου, καὶ μετὰ σὲ οὐ πορ νεύσουσιν· ἐν τῷ γὰρ προσδιδόναι σε μισθώματα, καὶ μισθώματα μὴ δίδοσθαί σοι, γέγονεν ἐν σοὶ διεστραμμένα. Ἔοικας μὲν γὰρ, φησὶ, ταῖς ἀκολάστοις γυναιξὶ, ταῖς ἅπασι προκειμέναις κατὰ τὴν πρὸς τοὺς πολλοὺς ἐραστὰς κοινωνίαν· τὸ δὲ μισθὸν ὀρέγειν, ἀλλὰ μὴ λαμβάνειν, ἐναντία πάλιν ἐκείναις δρῶσα διατελεῖς· διὸ καὶ τὰς πρὸ σοῦ, καὶ τὰς μετὰ σὲ, κατὰ τοῦτο τῆς ἀκολασίας τὸ εἶδος νε νίκηκας. Οὕτως αὐτῆς τὴν παρανομίαν γυμνώσας, ἐκ τῶν ἔργων τὴν προσηγορίαν ἐπιτίθησι, καί φησιν· λεʹ, λʹ. ∆ιὰ τοῦτο, πόρνη, ἄκουε λόγον Κυρίου. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ἐξέχεας τὸνχαλκόν σου, καὶ ἀποκαλυφθήσεται ἡ αἰσχύνη σου ἐν τῇ πορνείᾳ σου πρὸς τοὺς ἐραστάς σου καὶ εἰς πάντα τὰ ἐνθυμήματα τῶν ἀνομιῶν σου, καὶ ἐν τοῖς αἵμασι τῶν τέκνων σου, ὧν δέδωκας αὐτοῖς. Ὑπόχαλκον καλεῖται νόμισμα τὸ ἀδόκιμον, καὶ ὑλῶν ἑτέρων ἐπιμιξίαν δεξάμενον. Ἐπειδὴ τοίνυν, φησὶ, τοῖς ἐμοῖς νόμοις οὐκ ὀλίγην τινὰ παρανομίαν ἀνέμιξας, ἀλλὰ πολὺν ἐξέχεας τὸν χαλκὸν, ὡς μηδὲ φαίνεσθαι λοιπὸν τοῦ χρυσίου τὴν φύσιν, ἀλλ' ὅλον σου τὸ νόμισμα θεωρεῖσθαι χαλκοῦν, γυμνώσω σε λοιπὸν τῆς ἐμῆς προνοίας, καὶ αἰσχύνης ἐμπλήσω, τῆς παντοδαπῆς σε παρανομίας δίκας πραττόμενος, διαφερόντως δὲ τῆς ἀδίκου τῶν τέκνων σου σφαγῆς, ἣν τοῖς μιαιφόνοις προσήνεγκας δαίμοσι. λζʹ. ∆ιὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ συνάγω πάντας τοὺς ἐραστάς σου, ἐν οἷς ἐπεμίγης ἐν αὐτοῖς, καὶ πάντας οὓς ἠγάπησας, σὺν πᾶσιν οὓς ἐμί σεις, καὶ συνάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν. ∆ι' αὐτῶν, φησὶ, τῶν ἐραστῶν σου τιμωρήσομαί σε· ἐζήλωσας Χαλδαίων καὶ Ἀσσυρίων, Χαναναίων τε καὶ Αἰγυπτίων τὴν ἀσέβειαν· τούτοις ὀργάνοις χρή σομαι κατὰ σοῦ, τὰς ἀξίας σοι ἐπιφέρων τιμωρίας· συνάψω δὲ τοῖς ἐρασταῖς σου καὶ τοὺς ὑπὸ σοῦ μισου μένους, ἵνα καὶ οὗτοι κἀκεῖνοι τὴν πολλήν σου παρα νομίαν θεάσωνται. "Ἀποκαλύψω γὰρ, φησὶ, τὰς κα κίας σου πρὸς αὐτοὺς, καὶ ὄψονται πᾶσαν τὴν αἰσχύνην σου." ληʹ. Καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδων καὶ ἐκχεουσῶν αἷμα, καὶ θήσω σε ἐν αἵματι θυμοῦ μου καὶ ζήλου. Ἀνδροφόνων γὰρ καὶ μοιχευτριῶν γυναικῶν τίσεις δίκας· ὧν γὰρ ἐμιμήσω τὴν παρα νομίαν, τούτων δέξῃ τὴν