5
ἀντὶ πετρῶν τὰς κάρας, ἔβαλλον αὐτῶν πολλάκις καὶ πατέρας καὶ τοὺς ἀδελφούς· καὶ θανὼν εἷς ἐν μάχῃ φονεὺς ὑπῆρχε πατρικῇ φονουργίᾳ· τῆς γὰρ κρατούσης σαρκικῆς ἀβλεψίας λυθεὶς ἐκεῖνος καὶ μαθὼν τὸ συμφέρον, τοῖς χριστολάτραις συμμαχεῖν ἠπειγμένος, τοῖς ψευδολάτραις ἦν βολὴ ποινηφόρος. Ὡς οὖν ἐκείνας εἶχε τὰς σάρκας πόλις πλήρεις μολυσμῶν, οἱ ξύναιμοι τῷ γένει ἔκραζον οὕτω τῇ βοῇ τῶν βαρβάρων· Σεὴπφ ἐχειμὰτ ἰσχαρὸπ καὶ τὴν ῥάσαν σερμὴτ μιδήνη καὶ χάητ ἰπφησάνη. ἀλλ' ἡ βοὴ μὲν ἦν ἔθει τῷ πατρίῳ, ἡ δὲ σφαγὴ σοὶ Κρητικοῖς εὑρημένη. ἦν οὖν ἐκείνων ὁ κρατῶν στρατηγίας γέρων ἀμηρᾶς ὠχρός, ἔμπλεως πόνων, μικρός, φαλακρός, δεινόφρων, τὸν ἐκ Πύλου γέροντα νικῶν ἐν μελιρρύτοις λόγοις· ἀλλ' οὐδὲν αὐτὸν ὠφέλησαν οἱ λόγοι, κἂν ἦσαν εὐθεῖς, προσβαλεῖν σου τῷ κράτει. ὅμως ἐτόλμακαὶ γὰρ ἦν στρατηγέτης τρέφων ἑαυτὸν ἐν κεναῖς ταῖς ἐλπίσι, βουλὴν δὲ ποιεῖ καὶ καλεῖ τοὺς ἐν χρόνῳ ὁμοστόλους γέροντας ἐν συνεδρίῳ. Ἐκεῖ καθεσθεὶς καὶ στενάξας ἐκ βάθους, φωνὴν ἀφῆκε τοῖς πόνοις μεμιγμένην· Τίς, ἄνδρες, ὑμῶν πῦρ ἔχει τῇ καρδίᾳ καῖον, φλογίζον ὡς ἐμὲ φλέγει φάλαγξ Ῥώμης κλονοῦσα τὴν ἐμὴν τοπαρχίαν; τίνος τὰ τέκνα τὴν τελευταίαν βλάβην ἐκ τῆς σπάθης εἴληφε τῆς τεθηγμένης; τίνος τὸν ἀγρὸν ἐκβιβρώσκεται ζέον τὸ πῦρ ἐπελθόν, ἡ πικρὰ τιμωρία; ἐκεῖνος ἡμῖν ἄρτι συμβουλευέτω, γνώμην διδοὺς ἄριστον ἀντὶ τοῦ σθένους. ἀλλ', εἰ δοκεῖ, στήσωμεν ἄνδρας ἱππότας τρὶς ἑπτὰ τοῖς βάλλουσι πεντηκοντάδας· ἔπειτα πεζῶν ἑξάδας τρισμυρίους, πάντας σιδηροῦς, εἰς θέαν μελαγχρόους, ὡς ἂν καταπλήξωσι τοὺς ἐναντίους, φανέντες αὐτοῖς τῶν πυλῶν παρ' ἐλπίδα. Οὕτως ὁ τὸ πρὶν αὐθαδῶς ἡπλωμένος δημηγορῶν ἦν δυστυχῶς ἐσφιγμένος. καὶ δὴ στρατεύσας καὶ φαλαγγώσας ὅλους, ἐκ τῶν ὀπῶν ἤθροιζεν ὁ δράκων ὄφεις· εἰδὼς δὲ πάντας εἰς ὁδοὺς δειλανδρίας ὁμοῦ βαδίζειν ἢ σφαγῆς αἱρουμένους, σταθεὶς παρώρμα τοὺς κακοὺς παρεργάτας· Ἐν τῇ τρυφῇ σπεύσωμεν, ἄνδρες ἱππόται, τῆς νῦν φανείσης μυριοξίφου μάχης. ἴωμεν εἰς μάχαιραν ἀντὶ τῶν τέκνων, ὑπὲρ γυναικῶν καὶ φίλων καὶ πατρίδος. μηδεὶς φοβείσθω τὰς τομὰς τῶν φασγάνων· εἰ γὰρ θάνῃ τις, σώζεται παραυτίκα καὶ ζῶν πορευθῇ καὶ λάβῃ κατοικίαν, ὅπου προφήτης οἶδε χειμάρρους λέγειν γάλακτος, ἐκ μέλιτος, ἐξ οἴνου ῥέειν. εἰ δ' αὖ δεδοικὼς οὐχ ὑπὲρ τέκνων θάνῃ, τοῦ δὲ προφήτου τοὺς λόγους παραδράμῃ, θνήξει παρ' ἡμῶν καὶ μεταστὰς τοῦ σκότους τὴν ἀπρόοπτον δέξεται τιμωρίαν. οὕτω παραινῶν καὶ παρορμῶν εἰς μάχην, προωδοποίει τὴν σφαγὴν τοῖς ἀξίοις.
Ὁ δὲ στρατηγὸς ὁ κρατῶν Νικηφόρος οὐκ εἶχε καιρὸν ἀγνοεῖν τὰς τοῦ πλάνου, ἅσπερ παρέλκων ἔπλεκε στροφουργίας· ἦν γάρ τις αὐτῷ τὰς ὁδοὺς προμηνύων ἐκ τῶν ἀκόσμως ἔνδον ἐγκεκλεισμένων. οὕτω στρατάρχας ἄνδρας, εὐθεῖς ἱππότας, φαλαγγοσώστας, πεζοτοξοτοκράτας, εἰς ἓν συνῆψε τοῖς στρατηγέταις ἅμα· μέσον δὲ τούτων εὐσταλὴς ὡς ἱππότης σταθεὶς ἀφῆκεν ὁπλικωτάτους λόγους· Ῥώμης τὰ νεῦρα, τέκνα, σύνδουλοι, φίλοι, ἰδοὺ καθ' ἡμῶν καὶ πάλιν τὸ θηρίον γεννᾶν ἔσωθεν ἤρξατο σκευωρίας· ἰδοὺ τὸ δεινὸν τῆς Χαρύβδεως στόμα ἀναρροφῆσαι μαίνεται Ῥώμης κράτος· ἰδοὺ συριγμοὺς ὁ δράκων χειᾶς μέσον κήρυκας ὀργῆς καὶ σφαγῆς ἀναπνέει· φυσᾷ τὸν ἰὸν καὶ βιάζει τὴν φύσιν· ἀλλ' ἔστιν αὐτοῦ τὸ θράσος δειλανδρία. μηδεὶς φοβηθεὶς ἐξόπισθεν φευγέτω· θυμὸς γὰρ αὐτῷ μέχρι τῶν κτύπων μόνων. ἴωμεν ἀνθ' ὧν εὐσθενῶς ὡπλισμένοι· ἔχουσι σάρκας καὶ τὰ τῆς Ἄγαρ τέκνα. οὐκ ἔστιν αὐτοῖς σὰρξ σίδηρος ἢ λίθος· ἀλγοῦσιν, ἂν λάβωσι, Ῥωμαίων πλέον, ἀργοῦσιν, αὐτῶν εἰ κοπῶσιν αἱ χέρες, πίπτουσιν εἰς γῆν, εἰ κοπῶσιν οἱ πόδες. μηδεὶς νοσήσῃ τὴν πικρὰν ἀνανδρίαν, μηδεὶς φοβηθεὶς οὐ φανῇ Ῥώμης κλάδος, μηδεὶς νόθον γέννημα καὶ σπορὰν ξένην δείξειν ἑαυτὸν ἐν κακοῖς σπουδαζέτω. αἰδώς, ἀδελφοί, τῆς φυγῆς ἡ ζημία· αἰδεῖσθε φεύγειν καὶ πτοεῖσθαι τὰ ξίφη. ποῦ γὰρ φυγοῦσιν εὑρεθῇ σωτηρία, μένουσιν ἔνδον Κρητικῶν ὁρισμάτων; οὐκ