5
τῆς ∆άφνης ἐρῶντα καὶ τὸν Ὑακίνθου μόρον ἀγνοοῦντα, ἢ Ἀφρο- δίτην τὴν τιτρωσκομένην, καὶ Ἄρεα τὸν βροτολοιγόν, ἔτι δὲ καὶ ἰχῶρα ·έοντα τούτων τῶν λεγομένων θεῶν; Καὶ ταῦτα μὲν μέτριον εἰπεῖν, ὅπου γε θεὸς εὑρίσκεται μεμελισ- μένος ὁ καλούμενος Ὄσιρις, οὗ καὶ κατ' ἔτος γίνονται τελεταὶ ὡς ἀπολλυμένου καὶ εὑρισκομένου καὶ κατὰ μέλος ζητουμένου· οὔτε γὰρ εἰ ἀπόλλυται νοεῖται, οὔτε εἰ εὑρίσκεται δείκνυται. τί δέ μοι λέγειν Ἄττιν ἀποκοπτόμενον ἢ Ἄδωνιν ἐν ὕλῃ ·εμβόμενον καὶ κυνηγετοῦντα καὶ τιτρωσκόμενον ὑπὸ συός, ἢ Ἀσκληπιὸν κεραυνού- μενον, καὶ Σάραπιν τὸν ἀπὸ Σινώπης φυγάδα εἰς Ἀλεξάνδρειαν γεγονότα, ἢ τὴν Σκυθίαν Ἄρτεμιν καὶ αὐτὴν φυγάδα γεγονυῖαν καὶ ἀνδροφόνον καὶ κυνηγέτιν καὶ τοῦ Ἐνδυμίωνος ἐρασθεῖσαν; Ταῦτα γὰρ οὐχ ἡμεῖς φαμεν, ἀλλὰ οἱ καθ' ὑμᾶς συγγραφεῖς καὶ ποιηταὶ κηρύσσουσιν. Τί μοι λοιπὸν καταλέγειν τὸ πλῆθος ὧν σέβονται ζώων Aἰγύπ- τιοι, ἑρπετῶν τε καὶ κτηνῶν καὶ θηρίων καὶ πετεινῶν καὶ ἐνύδρων νηκτῶν, ἔτι δὲ καὶ ποδόνιπτρα καὶ ἤχους αἰσχύνης; εἰ δὲ καὶ Ἕλληνας εἴποις καὶ τὰ λοιπὰ ἔθνη, σέβονται λίθους καὶ ξύλα καὶ τὴν λοιπὴν ὕλην, ὡς ἔφθημεν εἰρηκέναι, ἀπεικονίσματα νεκρῶν ἀνθρώ- πων. Φειδίας μὲν γὰρ εὑρίσκεται ἐν Πείσῃ ποιῶν Ἠλείοις τὸν Ὀλύμπιον ∆ία, καὶ Ἀθηναίοις ἐν ἀκροπόλει τὴν Ἀθηνᾶν. Πεύσομαι δέ σου κἀγώ, ὦ ἄνθρωπε, πόσοι Ζῆνες εὑρίσκονται· Ζεὺς μὲν γὰρ ἐν πρώτοις προσαγορεύεται Ὀλύμπιος καὶ Ζεὺς Λατεάριος καὶ Ζεὺς Κάσσιος καὶ Ζεὺς Κεραύνιος καὶ Ζεὺς Προπά- τωρ καὶ Ζεὺς Παννύχιος καὶ Ζεὺς Πολιοῦχος καὶ Ζεὺς Καπετώλιος. καὶ ὁ μὲν Ζεὺς παῖς Κρόνου, βασιλεὺς Κρητῶν γενόμενος, ἔχει τάφον ἐν Κρήτῃ· οἱ δὲ λοιποὶ ἴσως οὐδὲ ταφῆς κατηξιώθησαν. εἰ δὲ καὶ εἴποις τὴν μητέρα τῶν λεγομένων θεῶν, μή μοι γένοιτο διὰ στόματος τὰς πράξεις αὐτῆς ἐξειπεῖν (ἀθέμιτον γὰρ ἡμῖν τὰ τοιαῦτα καὶ ὀνομάζειν), ἢ τῶν θεραπόντων αὐτῆς τὰς πράξεις ὑφ' ὧν θεραπεύεται, ὁπόσα τε τέλη καὶ εἰσφορὰς παρέχει τῷ βασιλεῖ αὐτή τε καὶ οἱ υἱοὶ αὐτῆς. Oὐ γάρ εἰσιν θεοί, ἀλλὰ εἴδωλα, καθὼς προειρήκαμεν, ἔργα χειρῶν ἀνθρώπων καὶ δαιμόνια ἀκάθαρτα. γένοιντο δὲ τοιοῦτοι οἱ ποιοῦντες αὐτὰ καὶ οἱ ἐλπίζοντες ἐπ' αὐτοῖς. Τοιγαροῦν μᾶλλον τιμήσω τὸν βασιλέα, οὐ προσκυνῶν αὐτῷ, ἀλλὰ εὐχόμενος ὑπὲρ αὐτοῦ. θεῷ δὲ τῷ ὄντως θεῷ καὶ ἀληθεῖ προσκυνῶ, εἰδὼς ὅτι ὁ βασιλεὺς ὑπ' αὐτοῦ γέγονεν. ἐρεῖς οὖν μοι· "∆ιὰ τί οὐ προσκυνεῖς τὸν βασιλέα;" ὅτι οὐκ εἰς τὸ προσκυνεῖσθαι γέγονεν, ἀλλὰ εἰς τὸ τιμᾶσθαι τῇ νομίμῳ τιμῇ. θεὸς γὰρ οὐκ ἔστιν, ἀλλὰ ἄνθρωπος, ὑπὸ θεοῦ τεταγμένος, οὐκ εἰς τὸ προσκυνεῖσθαι, ἀλλὰ εἰς τὸ δικαίως κρίνειν. τρόπῳ γάρ τινι παρὰ θεοῦ οἰκονομίαν πεπίστευται· καὶ γὰρ αὐτὸς οὓς ἔχει ὑφ' ἑαυτὸν τεταγμένους οὐ βούλεται βασιλεῖς καλεῖσθαι· τὸ γὰρ βασιλεὺς αὐτοῦ ἐστιν ὄνομα, καὶ οὐκ ἄλλῳ ἐξόν ἐστιν τοῦτο καλεῖσθαι· οὕτως οὐδὲ προσκυνεῖσθαι ἀλλ' ἢ μόνῳ θεῷ. Ὥστε κατὰ πάντα πλανᾶσαι, ὦ ἄνθρωπε. τὸν δὲ βασιλέα τίμα εὐνοῶν αὐτῷ, ὑποτασσόμενος αὐτῷ, εὐχόμενος ὑπὲρ αὐτοῦ. τοῦτο