1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

49

αὐτοκράτορος Oὐήρου σαφῶς πάντα ἀνέγραψεν καὶ τὰ ὀνόματα καὶ τοὺς χρόνους. Ἐκράτησαν οὖν Ῥωμαίων ἐνιαύσιοι, ὥς φαμεν, ἔτεσιν υξγ. ἔπειτα οὕτως ἦρξαν οἱ αὐτοκράτορες καλούμενοι· πρῶτος Γάϊος Ἰούλιος, ὃς ἐβασίλευσεν ἔτη γ μῆνας ζ ἡμέρας ἕξ. ἔπειτα Aὔγουστος ἔτη ν μῆνας δ ἡμέραν μίαν. Τιβέριος ἔτη κβ μῆνας ἡμέρας κ. εἶτα Γάϊος ἕτερος ἔτη γ μῆνας ι ἡμέρας ζ. Κλαύδιος ἔτη ιγ μῆνας η ἡμέρας κ. Νέρων ἔτη ιγ μῆνας ζ ἡμέρας κζ. Γάλβας μῆνας ἑπτὰ ἡμέρας . Ὄθων μῆνας γ ἡμέρας ε. Oὐϊτέλλιος μῆνας η ἡμέρας β. Oὐεσπασιανὸς ἔτη θ μῆνας ια ἡμέρας κβ. Τίτος ἔτη β μῆνας β ἡμέρας κ. ∆ομετιανὸς ἔτη ιε ἡμέρας ε. Νερούας ἐνιαυτὸν μῆνας δ ἡμέρας ι. Τραϊανὸς ἔτη ιθ μῆνας ἓξ ἡμέρας ιδ. Ἁδριανὸς ἔτη κ μῆνας ι ἡμέρας κη. Ἀντωνῖνος ἔτη κβ μῆνας ζ ἡμέρας κ. Oὐῆρος ἔτη ιθ ἡμέρας ι. γίνεται οὖν ὁ χρόνος τῶν Καισάρων μέχρι Oὐήρου αὐτοκράτορος τελευτῆς ἔτη σκε. ἀπὸ οὖν τῆς Κύρου ἀρχῆς μέχρι τελευτῆς αὐτοκράτορος Oὐήρου, οὗ προειρήκαμεν, ὁ πᾶς χρόνος συνάγεται ἔτη ψμα. Ἀπὸ δὲ καταβολῆς κόσμου ὁ πᾶς χρόνος κεφαλαιωδῶς οὕτως κατάγεται. ἀπὸ κτίσεως κόσμου ἕως κατακλυσμοῦ ἐγένοντο ἔτη βσμβ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τεκνογονίας Ἀβραὰμ τοῦ προπάτορος ἡμῶν ἔτη αλ. ἀπὸ δὲ Ἰσαὰκ τοῦ παιδὸς Ἀβραὰμ ἕως οὗ ὁ λαὸς σὺν Μωσῇ ἐν τῇ ἐρήμῳ διέτριβεν ἔτη χξ. ἀπὸ δὲ τῆς Μωσέως τελευτῆς, ἀρχῆς Ἰησοῦ υἱοῦ Ναυῆ, μέχρι τελευτῆς ∆αυὶδ τοῦ πατριάρχου ἔτη υ%η. ἀπὸ δὲ τῆς τελευτῆς ∆αυίδ, βασιλείας δὲ Σολομῶνος, μέχρι τῆς παροικίας τοῦ λαοῦ ἐν γῇ Βαβυλῶνος ἔτη φιη μῆνες ἡμέραι ι. ἀπὸ δὲ τῆς Κύρου ἀρχῆς μέχρι αὐτοκρά- τορος Aὐρηλίου Oὐήρου τελευτῆς ἔτη ψμα. Ὁμοῦ ἀπὸ κτίσεως κόσμου συνάγονται τὰ πάντα ἔτη εχ%ε καὶ οἱ ἐπιτρέχοντες μῆνες καὶ ἡμέραι. Τῶν οὖν χρόνων καὶ τῶν εἰρημένων ἁπάντων συνηρασμένων, ὁρᾶν ἔστιν τὴν ἀρχαιότητα τῶν προφητικῶν γραμμάτων καὶ τὴν θειότητα τοῦ παρ' ἡμῖν λόγου, ὅτι οὐ πρόσφατος ὁ λόγος, οὔτε μὴν τὰ καθ' ἡμᾶς, ὡς οἴονταί τινες, μυθώδη καὶ ψευδῆ ἐστιν, ἀλλὰ μὲν οὖν ἀρχαιότερα καὶ ἀληθέστερα. Καὶ γὰρ Βήλου τοῦ Ἀσσυρίων βασιλεύσαντος καὶ Κρόνου τοῦ Τιτᾶνος Θάλλος μέμνηται, φάσκων τὸν Βῆλον πεπολεμηκέναι σὺν τοῖς Τιτᾶσι πρὸς τὸν ∆ία καὶ τοὺς σὺν αὐτῷ θεοὺς λεγομένους, ἔνθα φησίν, "Καὶ Ὤγυγος ἡττηθεὶς ἔφυγεν εἰς Ταρτησσόν, τότε μὲν τῆς χώρας ἐκείνης Ἀκτῆς κληθείσης, νυνὶ δὲ Ἀττικῆς προσαγορευομένης, ἧς Ὤγυγος τότε ἦρξεν." καὶ τὰς λοιπὰς δὲ χώρας καὶ πόλεις ἀφ' ὧν τὰς προσωνυμίας ἔσχον, οὐκ ἀναγκαῖον ἡγούμεθα καταλέγειν, μάλιστα πρὸς σὲ τὸν ἐπιστάμενον τὰς ἱστορίας. ὅτι μὲν οὖν ἀρχαιότερος ὁ Μωσῆς δείκνυται ἁπάντων συγγραφέων (οὐκ αὐτὸς δὲ μόνος ἀλλὰ καὶ οἱ πλείους μετ' αὐτὸν προφῆται γενόμενοι) καὶ Κρόνου καὶ Βήλου καὶ τοῦ Ἰλιακοῦ πολέμου, δῆλόν ἐστιν. κατὰ γὰρ