Laudatio Barnabae apostoli Ἀλεξάνδρου μοναχοῦ ἐγκώμιον εἰς τὸν ἅγιον Βαρνάβαν τὸν ἀπόστολον, προτραπέντος ὑπὸ τοῦ πρεσβυτέρου καὶ κλειδούχου τοῦ σεβασ

 ὀνομαζόμενος ὁ ἀπόστολος. Τιμήσωμεν οὖν αὐτὸν κατὰ δύναμιν· τὸ γὰρ κατὰ δύναμιν εἰπεῖν εὐγνωμοσύνης ἀπόδειξις· τὸ δὲ κατ' ἀξίαν λέγειν συγχωρήσωμεν ἔχ

 ἀπόστολον ἐπᾶραι τοῖς ἐγκωμίοις ποθῶν, καὶ οὔπω ἥψατο τοῦ προοιμίου· τοῖς γὰρ ἐπαίνοις ἀπρό σιτος τυγχάνει ὁ θαυμάσιος. ∆ιὸ ἀφέντες ὡς ἀνέφικτον τὸν π

 ἐπεθύμουν ἰδεῖν οἱ πατέρες ἡμῶν· ἰδοὺ γὰρ Ἰησοῦς τίς προφήτης ἀπὸΝαζαρὲτ τῆς Γαλιλαίας ἐστὶν ἐν τῷ ἱερῷ, μεγαλοπρεπῶς θαυματουργῶν, καὶ ὡς τοῖς πολλοῖ

 ἄγροικον καὶ βιοθανῆ. Ὡς δὲ εἶδε τὰ διὰ τῶν ἀποστόλων γινόμενα τῶν θαυμάτων μεγα λουργήματα καὶ τοῦ λαοῦ τὸ πλῆθος τῶν καθ' ἡμέραν προστιθεμένων τῷ λό

 μαχον ὁ κύριος δι' ἑαυτοῦ ἐχειροτόνησεν. Τότε διηγήσατο αὐτοῖς ὁ Παῦλος ὅσα συνέβη αὐτῷ κατὰ τὴν ὁδόν, καὶ ὅτι εἶδε τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ,

 περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον. Ἰδὼν δὲ αὐτοὺς ὁ Μάρκος ὑπὸ πάντων τιμωμένους καὶ ὅτι μετὰ τοσαύτας αἰκίας καὶ κινδύνους ἐρρωμένοι εἰσὶ καὶ ὁλόκλη

 Ἰησοῦ Χριστοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάσσειν καὶ ποιεῖν αὐτὰς καὶ ἀπέχεσθαι ἀπὸ παντὸς πονηροῦ πράγματος· δεῖ γὰρ πάντας ἡμᾶς παραστῆναι τῷ βήματι τ

 ἀρεσθείς, ἔγνω θεό πνευστον αὐτὴν εἶναι· καὶ χειροτονήσας τὸν Μάρκον, ἀπέστειλεν αὐτὸν ὡς ἱκανώτατον εἰς Ἀλεξάνδρειαν τὴν πρὸς Αἴγυπτον καὶ Λιβύην καὶ

 ἀνακαλέσασθαι αὐτὸν ἐκ τοῦ βαράθρου τῆς ἀσεβείας, ὡς δὲ εἶδον αὐτὸν ἀντι λέγοντα καὶ μᾶλλον θρασυνόμενον κατὰ τῆς ὀρθοδόξου πίστεως, τότε ἀπεφήναντο κ

 βασιλεύουσαν καὶ ἐπὶ τοῦ οἰκουμενικοῦ πατριάρχου κριθῆναι πρὸς τοὺς Ἀντιοχείας, ἀπεναρκώθη τῷ φόβῳ, ὑφορώμενος τὰς τοῦ Κναφέως συσκευάς· Ἀνθέμιος δὲ ἦ

 αὐτοῦ καὶ ἐπέτρεψε τῷ πατριάρχῃ διακοῦσαι μετὰ τῆς ἐνδημούσης συνόδου τὰ μεταξὺ τῶν μερῶν καὶ τὸ παριστάμενον διαλαλῆσαι. Τοῦ δὲ συνεδρίου συγκροτηθέν

 Κυπρίους Κωνσταντιεῖς μηνὶ Μεσωρὶ τοῦ καὶ δεκάτου ἑνδεκάτῃ, κατὰ δὲ Ἀσιανοὺς ἤτοι κατὰ Παφίους μηνὶ Πληθυπάτῳ τοῦ καὶ ἐννάτου ἐννεακαιδεκάτῃ, συναγόμε

μαχον ὁ κύριος δι' ἑαυτοῦ ἐχειροτόνησεν." Τότε διηγήσατο αὐτοῖς ὁ Παῦλος ὅσα συνέβη αὐτῷ κατὰ τὴν ὁδόν, καὶ ὅτι εἶδε τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν ∆αμασκῷ ἐπαρρησιάσατο ἐπὶ τῷ ὀνόματι τοῦ κυρίου· καὶ ἦν διδάσκων σὺν αὐτοῖς τὸν λόγον τοῦ κυρίου ἐν Ἱερουσαλήμ. Ἦν δὲ βαρὺς τοῖς Ἰουδαίοις σφόδρα, ὅτιὁ χθὲς τὸν Ἰησοῦν διώκων, τοῦτον σήμερον Υἱὸν θεοῦ κηρύττει, καὶ ἐβουλεύσαντο ἀνελεῖν αὐτόν. Μαθόντες δὲ οἱ ἀπόστολοι, ἀπέστειλαν αὐτὸν κηρύξαι ἐν τῇ ἰδίᾳ πατρίδι.Τῶν δὲ διασπαρέντων ἐπὶ τῆς θλίψεως τοῦ Στεφάνου, ἐλθόντων εἰς Ἀντιόχειαν καὶ εὐαγγελισαμένων τὸν κύριον Ἰησοῦν, ἠκούσθη περὶ αὐτῶν ἐν Ἱεροσολύμοις. Τότε οἱ ἀπόστολοι τὸν μακάριον Βαρνάβαν, ὡς μέγαν καὶ δυ νατόν, ἀπέστειλαν τῇ ἐκεῖσε ἁγιωτάτῃ ἐκκλησίᾳ ποιμαί νειν τὸ ποίμνιον τοῦ Χριστοῦ· ὃς παραγενόμενος, συνεβάλλετο πολὺ τοῖς πεπιστευκόσι, καὶ διὰ τῆς ἐνθέου αὐτοῦ διδασκαλίας προσετέθη λαὸς ἱκανὸς τῷ κυρίῳ. Ἐκεῖθεν, ὑπὸ τοῦ ἁγίου Πνεύματος ὁδηγούμενος, ἐξελθών, διῆλθεν εὐαγγελιζόμενος τὰς πόλεις πάσας καὶ χώρας, ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς τὴν μεγίστην Ῥώμην· αὐτὸς γὰρ πρὸ παντὸς ἑτέρου τῶν τοῦ κυρίου μαθητῶν ἐκή ρυξεν ἐν Ῥώμῃ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. Πολλῶν δὲ πιστευσάντων καὶ ὑπερβαλλόντως τιμώντων αὐτόν, τὴν τῶν ἀνθρώπων δόξαν ἀποβαλών, λάθρᾳ φυγών, ἐξῆλθε τῆς Ῥώμης· καὶ γὰρ πάλιν ὁ μακάριος οὗτος πάντας τοὺς κατ' ἐκεῖνο καιροῦ ἀνθρώπους ἐπλεονέκτει εἰς τὴν ταπεινοφροσύνην, εἰς ἄκρον αὐτὴν κατορθώσας· καὶ δῆλον τοῦτο πᾶσι καθέστηκεν ἐκ τῆς κατ' αὐτὸν ἱστορίας. Τῆς γὰρ θεοπνεύστου Γραφῆς πανταχοῦ αὐτὸν πρῶτον ὀνομαζούσης, αὐτὸς τὰ πρωτεῖα τοῖς περὶ αὐτὸν παραχωρῶν, τὴν δευτέραν τάξιν ἠσπάζετο, ἀκριβῶς μιμη σάμενος τὸν κύριον τὸν εἰρηκότα· "Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ."Καταλαβὼν δὲ Βαρνάβας Ἀλεξάνδρειαν τὴν πρὸς Αἴγυπτον καὶ λαλήσας ἐκεῖ τὸν λόγον τοῦ θεοῦ, ἐξῆλθε, διερχόμενος καθεξῆς τὰς πόλεις πάσας, ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Ἱεροσόλυμα. Ἐκεῖθεν πάλιν ἐξελθών, κατῆλθεν εἰς Ἀντιόχειαν καὶ ἰδὼν τὴν χάριν τοῦ θεοῦ καὶ τὴν ἐκκλησίαν πληθυνθεῖσαν, ἐχάρη λίαν. Τότε ἐξῆλθεν εἰςΤαρσόν, ζητῶν τὸν Παῦλον, καὶ εὑρών, ἤγαγεν εἰς Ἀντιόχειαν· καὶ ποιήσαντες ἐκεῖ ἐνιαυτὸν ὅλον καὶ μαθη τεύσαντες λαὸν ἱκανὸν καὶ καλέσαντες ἐκεῖ πρῶτον τοὺς μαθητὰς Χριστιανούς, λαβόντες δὲ τὰ εἰς διάδοσιν τῶν πτωχῶν παρὰ τῆς ἐκκλησίας, ἀνῆλθον πάλιν εἰς Ἱερο σόλυμα μετὰ δεκατέσσαρα ἔτη τοῦ σωτηρίου πάθους, καθὼς γράφει Παῦλος, λέγων· "∆ιὰ δεκατεσσάρων ἐτῶν ἀνῆλθον εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα." Πληρώσαντες δὲ τὴν διακονίαν καὶ λαβόντες δεξιὰν παρὰ τῶν ἀπο στόλων, ἵνα αὐτοὶ μὲν εἰς τὰ ἔθνη κηρύξωσιν, οἱ δὲ περὶ τὸν Πέτρον εἰς τὴν περιτομήν, κατῆλθον εἰς Ἀντιόχειαν, ἔχοντες μεθ' ἑαυτῶν Μάρκον ὑπηρέτην. Ἀπὸ δὲ τῆς Ἀντιοχέων ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος, ἦλθον εἰς Κύπρον· καὶ διοδεύσαντες ὅλην τῆν νῆσον ἀπὸ Σαλαμίνης ἕως Πάφου, εὐαγγελιζόμενοι καὶ θαυ ματουργοῦντες, ὅτε καὶ τὸν Ἐλύμαν ἐτύφλωσαν καὶ τὸν ἀνθύπατον ἐφώτισαν, καὶ μαθητεύσαντες ἱκανούς, τότε ἀναχθέντες ἀπὸ τῆς Κύπρου οἱ περὶ Βαρνάβαν, ἦλθον εἰς Παμφυλίαν· ἰδὼν δὲ ὁ Μάρκος τοὺς ἀποστόλους ὁμόσε χωροῦντας πρὸς τοὺς ὑπὲρ τοῦ εὐαγγελίου κινδύνους, καὶ ὅτι ὅπου ἤμελλον τιμᾶσθαι, καταλιπόντες, πρὸς τὸν κατὰ τῶν ἀπίστων πόλεμον ἐχώρουν, ὀκλάσας πρὸς τὰ δεινά, ἅτε μειράκιον ὑπάρχων, δειλὸς καὶ ἀτελὴς πρὸς τὴν κατὰ τοῦ θανάτου ὑπεροψίαν, καταλιπὼν τοὺς ἀποστόλους, ὑπέστρεψεν εἰς Ἱερουσαλὴμ πρὸς τὴν ἰδίαν μητέρα.Ὡς δὲ ἐπλήρωσαν οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος τὸ ἔργον, εἰς ὃ ἐκλήθησαν, μυρίους ὑπὲρ Χριστοῦ ἀγῶνας ὑπομείναντες, ἦλθον εἰς Ἀντιόχειαν· ὅθεν ὑπὸ τῆς χάριτος τοῦ θεοῦ ἀπεστάλησαν εἰς τὰ ἔθνη.

Ἐγένετο δὲ αὐτοῖς χρεία πάλιν ἀνελθεῖν εἰς Ἱεροσόλυμα πρὸς τοὺς περὶ Πέτρον ἀποστόλους, ἕνεκα τῶν ψευδαποστόλων τῶν διδασκόντων τοὺς μαθητὰς

6