In illud: Pater si possibile est

 ἵνα τῆς οἰκείας προαιρέσεως τὴν βλασφημίαν ἐπικαλύψωσιν. Εἰπὲ οὖν, δέσποτα, τίνος ἕνεκεν ἐπὶ τὸ πάθος ἐλθὼν παραιτῇ τὸ παθεῖν, διὰ τί δὲ φοβῇ τὴν τῶν

 Εἰ γὰρ μὴ ἤθελον διὰ θανάτου ζωὴν χαρίσασθαι τῷ γένει τῶν ἀνθρώπων, οὐκ ἄν, λόγος ὢν ἀπαθής, παθητὴν ὑπεισῆλθον σάρκα. Ἐπειδὴ δὲ εἶδον τὸ γένος τῶν ἀν

 τοῦ ὕδατος φυλάττεται ἢ τὸ κρυσταλλωθὲν στερέωμα πῶς ὑπὸ τῆς θέρμης τοῦ πυρὸς οὐ διαλύεται καὶ διαρρεῖ; Καὶ ἵνα σου τὴν ψυχὴν μὴ περὶ τὴν ὁρωμένην δια

 τὸν ἀπατεῶνα ἐξαπατήσας τὴν ἀπάτην λύσω. Ῥήμασιν ἐκεῖνος δολεροῖς ἠπάτησεν τὸν Ἀδάμ, ῥήμασιν ἐγὼ δειλοῖς ἀπατῶ τὸν δολερόν. Ἀλλ' ἐκεῖνος μὲν ἀπατηλοὺς

 δὲ ἑαυτοῦ κέντρα συνέθλα σεν τῆς ἀντιτυπίας τὸ στερρὸν ὑπομεῖναι μὴ δυνάμενος. Μηδεὶς οὖν μου δι' ἄγνοιαν δειλίαν καταψηφιζέσθω μηδὲ τα πεινὰ ῥήματα τ

 πατὴρ ἢ ἀφειδῶν ἢ ἀδυναμῶν οὐκ ἠλευθέρωσέν με τοῦ πάθους, οὔτε ἐγὼ παραιτού μενος τὸ πάθος ᾔτησα παρελθεῖν τὸ ποτήριον. Εἰ μὲν γὰρ ἀκού σιον τὸ πάθος,

δὲ ἑαυτοῦ κέντρα συνέθλα σεν τῆς ἀντιτυπίας τὸ στερρὸν ὑπομεῖναι μὴ δυνάμενος. Μηδεὶς οὖν μου δι' ἄγνοιαν δειλίαν καταψηφιζέσθω μηδὲ τα πεινὰ ῥήματα τῇ θεότητι ἐπιριπτέτω. Ποιμήν εἰμι κατὰ τὸν τῆς θεότητος λόγον· Ὁ ποιμαίνων, γάρ φησιν, τὸν Ἰσραὴλ πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ, πρόβατον δὲ κατὰ τὴν τῆς σαρκὸς οἰκονομίαν· Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθην καὶ ὡς ἀμνὸς ἔναντι τοῦ κείροντος αὐτὸν ἄφωνος. Ἐπεὶ οὖν ἐφεδρεύει μοι ὁ διάβολος, ἁρπάσαι μου τὴν σάρκα ὡς πρόβατον θέλων, δεδιὼς δὲ ὡς ποιμένα τὴν θεότητα ὑπαναχωρεῖ καὶ φεύγει, διὰ τοῦτο κρύπτω μου ὡς ποιμένα τὴν θεότητα, προΐεμαι δὲ τὴν σάρκα ὡς πρόβατον, ἵνα θαρρήσας προσέλθῃ, προσελθὼν δὲ ἁρπάσῃ, ἁρπάσας δέ μου τὴν σάρκα ὡς πρόβατον ἀναιρεθῇ τῇ διστόμῳ μαχαίρᾳ τοῦ πνεύματος. Παῦσαι οὖν, αἱρετικέ, δειλίαν μου καὶ ἄγνοιαν καταψηφιζό μενος. ∆ειλιῶ γάρ, ἵνα δείξω ἀφαντασίαστον τῆς σαρκὸς τὴν ἀνάληψιν. Λέγω· Ἡ ψυχή μου τετάρακται, ἵνα μάθητε ὅτι οὐκ ἄψυχον ἀνείληφα σῶμα, ὡς ἡ Ἀπολλιναρίου βούλεται πλάνη. Μὴ τὰ πάθη οὖν τῆς σαρκὸς τῷ ἀπαθεῖ προσρίψῃς λόγῳ· θεὸς γάρ εἰμι καὶ ἄνθρωπος, αἱρετικέ. Θεὸς ὡς ἐγγυᾶται τὰ θαύματα, ἄνθρωπος ὡς μαρτυρεῖ τὰ παθήματα. Ἐπεὶ οὖν θεός εἰμι καὶ ἄνθρωπος, εἰπὲ τίς ἐστιν ὁ παθών; Εἰ ὁ θεὸς ἔπαθεν, εἶπες τὸ βλάσφημον· εἰ δὲ ἡ σὰρξ ἔπαθεν, τί τὸ πάθος προσάπτεις ᾧ τὴν δειλίαν οὐκ ἐπιρίπτεις; ἄλλου γὰρ πάσχοντος ἄλλος οὐ δειλιᾷ καὶ ἀνθρώπου σταυρουμένου θεὸς οὐ ταράττεται. Καὶ ὅτι ἡ σὰρξ ἔπαθεν, ἀπαθοῦς μείναντος τοῦ λόγου, μάρτυς Ἠσαΐας, ὃς ἐν πνεύματί με αἱμαγμένον θεασάμενος ἠρώτα· Ἵνα τί σου ἐρυθρὰ τὰ ἱμάτια; Τὰ ἱμάτιά σου, φησίν, ἐρυθρά, καὶ οὐχὶ σύ. Τὸ μὲν γὰρ σῶμα τιτρώσκεται, ὁ δὲ τῆς θεότητος οὐ παραβλάπτεται λόγος. Μάρτυς δὲ καὶ Ἰακὼβ ὁ πατριάρχης ὁ περὶ ἐμοῦ λέγων· Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. Ποίαν στολήν; τὸ σῶμα. Ποίῳ αἵματι; τῷ ἐκ τῆς πλευρᾶς ῥεύσαντι. Εἰ δὲ μὴ ἐκβάλλετέ μου τὴν μαρτυρίαν, ἐγὼ ἐμαυτῷ μαρτυρῶ. Ἡ γὰρ μαρτυρία μου ἀληθής ἐστιν, κἂν μὴ θέλητε, ἣν πρὸς Ἰουδαίους ἔλεγον· Τί με θέλετε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα. Ἄνθρωπον εἶπεν, αἱρετικέ, μὴ οὖν θεόν. Οὗτος οὖν ὁ ἀποκτανθεὶς ἄνθρωπος Ἰησοῦς παρὰ τῶν Ἰουδαίων αὐτὸς δειλιᾷ. Καὶ μὴ συντάραττε τὸν λόγον τῇ σῇ ἀμαθείᾳ. ∆ιὰ τοῦτο δειλιῶ, ἵνα ὁ θάνατος ὡς ἀνθρώπῳ μοι συμπλακῇ καὶ ὡς παρὰ θεοῦ ἡττηθῇ. Ἀλλὰ καὶ δειλιῶν οὐ πάντη παραιτοῦμαι τὸ πάθος. Εἰ γὰρ παρῃτούμην, οὐκ ἂν εἶπον· Πάτερ εἰ δυνατὸν παρελθάτω τὸ ποτή ριον. Ἤδειν γάρ, ὅτι οὐδὲν τῷ πατρὶ ἀδύνατον. Εἰ δὲ ἐγὼ μὲν ᾔτησα παρενεχθῆναι τὸν θάνατον, αὐτὸς δὲ οὐ παρήγαγεν, δύο ἀνακύπτει ἄτοπα. Εἰ γὰρ μὴ δυνάμενος οὐ παρήνεγκεν ἢ ἀφειδῶν παρέδωκεν, εὑρίσκῃ, αἱρετικέ, ἐμοὶ μὲν δειλίαν, τῷ δὲ πατρὶ ἀδυναμίαν προσάπτων. Ἀλλ' ἐμὲ μὲν δειλιᾶν λέγων συγγνώμην ἔχεις διὰ τὴν σάρκα, τῷ δὲ πατρὶ ἀδυναμίαν προστρίβων ἀσύγγνωστα πταίεις ἀσθενεστέραν θανάτου τὴν δύναμιν λέγων τοῦ θεοῦ. Ἄλλως δὲ καὶ ἰσχυρότερόν με τοῦ πατρὸς ἀποφαίνῃ. Καὶ λέγω τὸν τρόπον. Εἰ γὰρ ἐγὼ ζῶν μὲν ἐν σαρκὶ τὸν Λάζαρον ἤγειρα, τὴν Ἰαείρου θυγατέρα, τὸν παῖδα τῆς χήρας, ἀποθανὼν δὲ πάλιν ἐν σαρκὶ ὑπὲρ τοὺς πεντακοσίους νεκροὺς ἐκ τῶν τάφων ἐσκύλευσα, ὁ δὲ πατὴρ ὁ ἐμὸς ὁ μήτε σαρκὸς μήτε θανάτου πεῖραν λαβὼν ἕνα ἐμὲ ὅνπερ ἠγάπα παῖδα, ὡς αὐτὸς λέγει· Οὗτός μού ἐστιν ὁ υἱὸς ἀγαπητός, ἐξελέσθαι ἐκ κινδύνων οὐκ ἐδυνήθη, ὅρα τί πάσχεις, αἱρετικέ. Ὅτι τὸ ἴσον μοι μὴ διδοὺς γνώμῃ τὸ πλέον παρέχεις ἄκων, καὶ ὃν δοκεῖς ἐπὶ ἀσθενείᾳ διασύρειν, ἰσχυρότε ρον τοῦ πατρὸς ἀποφαίνῃ· ὅτι ἐγὼ μὲν καὶ <μὴ> παρακληθεὶς τὰς ἐν τῷ ᾅδῃ κατεχομένας ψυχὰς ἐρρυσάμην· Κύριε, γάρ φησιν, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, αὐτὸς δὲ καὶ παρακληθεὶς τὴν τεταραγμένην μου ψυχὴν τῶν ἐπηρτημένων οὐκ ἠλευθέρωσεν κακῶν. Ἀλλὰ μὴ γένοιτο! Οὔτε γὰρ ὁ

6