De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
κανδιδάτους απματυς καὶ πούερας εὐσχήμους τοὺς ἀκουλουθοῦντας αὐτοῖς. καὶ ἐξέρχεται ὁ βασιλεὺς ἐκ τοῦ κουβουκλείου, δηριγευόμενος ὑπὸ τοῦ πατρικίου, καὶ κάθηται εἰς τὸ μέγα κονσιστώριον, καὶ οἱ ἄρχοντες εἰσέρχονται, δηλονότι μετὰ ἀτραβαττικῶν κατὰ τὸ ἔθος. ἐν τοσούτῳ δὲ δεῖ τὸν ἀδμισσιονάλιον ἀγαγεῖν τὸν πρέσβιν καὶ παραστῆσαι αὐτὸν εἰς τὸν τοῖχον ἀντὶς τοῦ βήλου τοῦ μεγάλου θερινοῦ κονσιστωρίου. ἀνοίγονται δὲ αἱ τρεῖς θύραι τοῦ κονσιστωρίου, ἐὰν ἔχῃ ἵππους εἰς τὰ ξένια· καὶ τρία βῆλα πάντως κρέμανται ὁλοσήρικα. καὶ μεθὸ δεχθῶσιν πάντες οἱ ἄρχοντες, κιτεύει (ὡς ἐν ὑποθέσει) ὁ μάγιστρος οὕτως· "κληθήτω Ἰέσδεκος ὁ πρέσβης Χοσρόου τοῦ βασιλέως Περσῶν καὶ οἱ σὺν αὐτῷ ἐλθόντες, καὶ ἐπάγει ἀρμάτους." ταύτην δὲ τὴν κιτατίονα χρὴ τοὺς τῶν βαρβάρων, ὡς εἴρηται, δοῦναι τοῖς ἀδμισσιοναλίοις, καὶ οἱ ἀδμισσιονάλιοι ποιοῦσι δύο χαρτία, ἓν μὲν μεγάλοις γράμμασιν γεγραμμένον, καὶ διδόασιν τῷ σιλεντιαρίῳ, κἀκεῖνος τῷ ὀστιαρίῳ, καὶ προαναγινώσκεται διὰ τοῦ χαρτουλαρίου ἐν τῷ κουβουκλείῳ τῷ βασιλεῖ, ἕτερον δὲ πιττάκιον ἐπιδίδωσιν τῷ μαγίστρῳ πρὸς ἀνάμνησιν αὐτοῦ. λαμβάνει δὲ καὶ ὁ τερτιοκήριος τὸ ἴσον τῆς κιτατίονος, καὶ στήκει ὀπίσω τοῦ μαγίστρου, καὶ ὑπομνήσκει αὐτόν. μετὰ οὖν τὴν κιτατίονα τοῦ 406 μαγίστρον εἰσέρχεται ὁ δηκουρίων εἰς τὸ μικρὸν κονσιστώριον, καὶ λαμβάνει τοὺς ἀρμάτους κανδιδάτους, καὶ ἐκβάλλει αὐτοὺς, καὶ ἵστησιν αὐτοὺς δεξιᾷ καὶ ἀριστερᾷ ἐμπρὸς τῶν ἀρχόντων μετὰ τοὺς ὑπατικοὺς, καὶ τηνικαῦτα ἐξέρχεται ἔξω, καὶ ἐὰν ἴδῃ, ὅτι ἕτοιμός ἐστιν ὁ πρεσβευτὴς, κράζει ὁ δικουρίων "λεβα". καὶ ἐπαιρομένου τοῦ βήλου, ῥίπτει ἑαυτὸν ἔξω ὁ πρέσβης ἐπὶ τοῦ ἐδάφους, ἔνθα τὸ πορφυροῦν μάρμαρον, καὶ προσκυνεῖ, καὶ ἀνίσταται. καὶ μεθὸ εἰσέλθῃ τὸν πυλῶνα, πάλιν ῥίπτει ἑαυτὸν, καὶ προσκυνεῖ ἐπὶ τοῦ ἐδάφους, καὶ ἀνίσταται. καὶ πάλιν ἐν τῷ μέσῳ τοῦ κονσιστωρίου ὁμοίως προσκυνεῖ, καὶ τότε ἔρχεται καὶ φιλεῖ τοὺς πόδας, καὶ ἵσταται ἐν τῷ μέσῳ, καὶ ἐπιδίδωσι τὰ γράμματα, καὶ λέγει τὸν ἀσπασμὸν τοῦ βασιλέως αὐτοῦ. χρὴ οὖν ἐρωτῆσαι τὸν βασιλέα· "πῶς ὁ ἀδελφὸς ἡμῶν σὺν Θεῷ ὑγιαίνει; χαίρομεν ἐπὶ τῇ ὑγείᾳ αὐτοῦ," καὶ ὅσα θέλει ἐνδιάθετα ῥήματα, λέγει πρὸς τὸν πρεσβευτήν. μετὰ ταῦτα λέγει ὁ πρέσβης ὅτι "ὁ ἀδελφός σου ἔπεμψέν σοι δῶρα, καὶ παρακαλῶ δεχθῆναι αὐτά." καὶ ἐπιτρέπει τοῦτο ὁ βασιλεύς. καὶ ἐξέρχεται ὁ πρεσβευτὴς, καὶ μετὰ τῶν ἀνθρώπων αὐτοῦ βαστάζει τὰ δῶρα, καὶ εἰσέρχεται βαστάζων, αὐτὸς μὲν ἢ πάλλιν ἢ κοσμίδιν ἢ ὁτιδήποτε, ἐάν ἐστιν τίμιον, τῶν δὲ ἄλλων ἕκαστος ἓν εἶδος βαστάζει. χρὴ δὲ 407 προετοιμασθῆναι αὐτοὺς διὰ τῶν ἑρμηνευτῶν ἐν τῷ ἀντικονσιστωρίῳ, καὶ βαστάζοντας πάντας ἐλθεῖν. καὶ αὐτοὶ δὲ πάντες εἰς τὸν ἀντικρὺ τῆς σέλλης τοῖχον ἔξω τοῦ βήλου ἵστανται, καὶ ἐπαιρομένου τοῦ βήλου, ῥίπτουσιν ἑαυτοὺς ἐπὶ τοῦ ἐδάφους, καὶ πάλιν εἰσέρχονται τὴν θύραν, καὶ ῥίπτουσιν ἑαυτοὺς, καὶ τρίτον τοῦτο ποιοῦσιν. καὶ τότε δέχονται οἱ σιλεντιάριοι πάντα τὰ δῶρα, καὶ κίνδυνον ἔχουσιν καταγαγεῖν αὐτὰ κατὰ τὴν γνῶσιν τοῦ μαγίστρου εἰς τὴν βεστοσάκραν καὶ παραδοῦναι, καὶ γίνεται αὐτῶν διατίμησις, καὶ δεῖ τοὺς βεστοσακράνους τὴν διατίμησιν τῶν δώρων εὐθέως ἀγαγεῖν τῷ μαγίστρῳ, ὥστε εἰδέναι αὐτὸν, τί ἐστιν τὸ προσενεχθὲν, καὶ ἐν καιρῷ ἀντιδώρων ὑπομνῆσαι τὸν βασιλέα, τί χρὴ αὐτὸν ἀντιπέμψαι διὰ ἰδίων πρεσβευτῶν, τῶν δώρων οὖν προσενεχθέντων, λέγει ὁ βασιλεὺς τῷ πρέσβῃ· "ἀνάκτησαι σαυτὸν ὀλίγας ἡμέρας, καὶ εἴ τι ἔχομεν λαλῆσαι, λαλοῦμεν, καὶ μετὰ καλοῦ ἀπολύομέν σε πρὸς τὸν ἀδελφὸν ἡμῶν." καὶ εὐχαριστεῖ ὁ πρέσβης καὶ προσκυνεῖ, καὶ πάλιν προσκυνεῖ εἰς τοὺς αὐτοὺς τόπους, καὶ ἀναχωρεῖ. καὶ ἐπὰν χαλασθῇ τὸ βῆλον, ἵσταται ὁ δικουρίων, καὶ κιττεύει ὁ μάγιστρος "στρανφερ," καὶ λαμβάνει τοὺς ἀρμάτους κανδιδάτους ὁ δικουρίων, καὶ ἐκβάλλει εἰς τὸ μικρὸν κονσιστώριον. καὶ 408 τότε ἀνίσταται ὁ βασιλεὺς, καὶ τὰ λοιπὰ πάντα γίνεται κατὰ τὸ ἔθος. χρὴ δὲ τὸν πρεσβευτὴν κάτω ἀναμεῖναι εἰς τὴν σχολὴν τοῦ μαγίστρου, καὶ τὸν μάγιστρον κατελθεῖν καὶ συντάξασθαι αὐτῷ καὶ ἀπολῦσαι.
ΚΕΦ. ϟςʹ. Ὅσα δεῖ ἐν ταῖς ἄλλαις ἡμέραις ἐπὶ τοῦ πρεσβευτοῦ παραφυλάττεσθαι.
Ἐντυχὼν τοῖς γράμμασιν ὁ βασιλεὺς, ὅτε βούλεται, ἐπιτρέπει τῷ μαγίστρῳ δηλῶσαι τῷ πρεσβευτῇ, ἵνα τῇ ἑξῆς προέλθῃ εἰς τὸ παλάτιον· δηλοῖ δὲ καὶ αὐτὸς, ἐὰν βούληται, διὰ