De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
μὲν τῷ Πατρὶ τὸν Υἱόν, λέγοιεν δὲ μᾶλλον ὡς ἔστιν ὁμοιοούσιος; {Α.} Οὐκ ὀρθῶς ἐροῦσιν, ὦ τᾶν, ἀλλὰ πρῶτον μὲν αὐτοὶ πρὸς ἑαυτοὺς ἑτερογνωμοῦντες ἁλώσονται, κακουργότατα παραιτούμενοι τὴν λέξιν ὡς ἄγραφον. Εἴτε γὰρ ὁμοούσιον τὸν Υἱόν, κἂν εἰ τοῦτο μὲν οὐδαμῶς, ὁμοιοούσιον δὲ χρῆναι λέγειν, κατὰ τὸ ἐκείνοις δοκοῦν, οἴοιτό τις, οὐδὲν ἧττον ἡμῖν δι' ἀμφοῖν τὸ τῆς οὐσίας ὄνομα παρειστρέχει. Κατα 393 κιβδηλεύοντες δὲ τὴν φωνήν, φημὶ δὴ τὸ ὁμοούσιον, νόθην, καὶ ἡμαρτημένην, καὶ τοῖς θείοις Γράμμασιν ἀπῳδόν, καὶ τί γὰρ οὐχὶ τῶν τοιῶνδε κατακεκραγότες, προσίενται πάλιν αὐτήν, καὶ ταῖς ὅτι μάλιστα δοκιμωτάταις ἐγγρά φουσιν. Ἢν ἄρα τις ἐφίῃ λέγειν αὐτοῖς ὁμοιοούσιον τῷ Πατρὶ τὸν Υἱόν, εἶτα τί σοι δρᾶν οἵ γε δὴ τοιοῦτοι δοκοῖεν ἄν; {Β.} Οὐ μετρίως ἀδικεῖν, καὶ τὴν ἐκ τῆς λέξεως κατα πεφρικέναι δύναμιν, ἅτε δὴ γεννικῶς τε καὶ μάλα σαφῶς ὑποφαινούσης τὸ ἀληθές. {Α.} Μὴ ἑτέρως ἔχειν ὑπολάβῃς ἢ οὕτως, ὦ τᾶν· νεανιευό μενοι δὲ ὥσπερ ἐπὶ ταῖς σφῶν αὐτῶν ἀθυροστομίαις καὶ τοῖς τῶν ἰδίων καθηγητῶν ἀνοσιωτάτοις δόγμασι, τῆς μὲν πρὸς τὸν Θεὸν καὶ Πατέρα σχέσεώς τε καὶ οἰκειότητος φυσικῆς ἐκκόπτουσι τὸν Υἱόν, ἐξεικονισμὸν δὲ μόλις καὶ ὁμοίωσιν αὐτῷ τάχα που καὶ ἐποικτείροντες ἐφιᾶσιν ἔχειν, ἵν' ὁρῷτο λοιπὸν τῶν κατ' εἰκόνα διεκτισμένων, ἢ γοῦν κατὰ τρόπων ποιότητα διαπεπλασμένων, ὡς πρὸς τὸ θεῖόν τε καὶ ἀκήρατον κάλλος ὀλίγα διενεγκών. {Β.} Πῶς λέγεις; {Α.} Οὐ γὰρ ἐπαΐεις, ὦ τᾶν, διακελευομένου τε καὶ μάλα ἐναργῶς φάσκοντος τοῦ Χριστοῦ· "Γίνεσθε οἰκτίρμονες καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί;" {Β.} Ναί. {Α.} Ἆρ' οὖν οὐ συνίης ὅτι καὶ τρόπων ἡμᾶς ποιότης διαμορφοῖ καὶ οἱονεί πως ὁ θεῖος ἡμῖν ἐνθλίβεται χαρακτήρ, διὰ τῆς κατ' ἐνέργειαν ἀρετῆς; Χρῆμα μὲν γὰρ ἀγαθὸν ἀπαραποιήτως τε καὶ οὐσιωδῶς τὸ Θεῖον· τοῦτο δὲ καὶ ἡμᾶς αὐτοὺς κατὰ μίμησιν εἴη ἂν τῶν ἐνδεχομένων, ἐξ ἠθῶν ὁρᾶσθαι καὶ τρόπων, προαιρετικὴν εἰ ποιοίμεθα τὴν ἐφ' ἅπασι τοῖς τεθαυμασμένοις ἔφεσίν τε καὶ προθυμίαν. Οὐ γὰρ δή που νομιοῦμεν, εἰ νοῦ καὶ φρενῶν ἐσμεν ἐν καλῷ, τοὺς τὸν θεῖον ἔχοντας ἐξεικονισμὸν ἐν ἰδίαις ψυχαῖς, τῇ τῶν ἠθῶν ποιότητι διαστίλβοντα, τὴν πρὸς αὐτὸν ἐμφέρειαν ἔχειν οὐσιώδη τε καὶ ἀμετάστατον, καὶ εἰς πᾶν ὁτιοῦν ἰσομέτρως τῶν ἐκείνῳ προσόντων προήκουσάν τε καὶ ἐκτεινομένην· ἐπεὶ καθ' ἡμᾶς αὐτοὺς τὸ Θεῖον εἶναι δώσομεν, οὐδενὸς τὸ παράπαν διατειχίζοντος εἰς διαφοράν. Ἐκτίσμεθα γὰρ "κατ' εἰκόνα καὶ ὁμοίωσιν" αὐτοῦ. Ἀλλ' οὐκ ἂν ὧδε ἔχοι ταῦτα, πολλοῦ γε καὶ δεῖ· μυρία γὰρ ὅσα τὰ μεταξύ. Ἡμεῖς μὲν γάρ, οὐχ ἁπλοῖ τὴν φύσιν, τὸ δέ γε Θεῖον, ἁπλοῦν καὶ ἀσύνθετον κομιδῇ, πλουτεῖ δὲ αὐτὸ τὸ παντέλειον ἐφ' ἑαυτῷ, δεηθὲν οὐδενός. Σωματικὴ δέ γε πᾶσα σύγκειται φύσις ἐκ μορίων τινῶν, εἰς ἑνός τινος 394 τοῦ τελείως ἔχοντος συνθεόντων πλήρωσιν. Καὶ ἡμεῖς μὲν ἐκ γῆς, κατά γε τὴν σάρκα, φθαρτοὶ καὶ εὐμάραντοι, χλόαις ἐν ἴσῳ καὶ κρίνοις ἐξεικασμένοι τοῖς ἐν ἀγρῷ. Θεὸς δὲ τούτων ἀνῴκισται. Καὶ εὐπαράφορος μὲν ἡ ἀνθρώπου ψυχή, καὶ ποικίλας ἔχουσα τὰς μεταβολὰς ἔκ τε τῶν ἀρίστων ἐπὶ τὸ φαῦλον καὶ ἐκ φαυλότητος αὖ πρὸς τὸ ἀγαθόν. Πέπηγε δὲ ὥσπερ καὶ ἐρήρεισται Θεὸς ἐν ἰδίοις ἀγαθοῖς, τὴν ἐφ' ἕτερα μεταχώρησιν ὑπομένειν οὐκ ἀνεχόμενος· καὶ οὐσιώδης ἡ ἑδραιότης, οὐ προαιρετικῆς ἀσφαλείας εὕρημα. Πρόδηλον οὖν ὅτι τοῖς εἰς τὸ εἶναι παρενηνεγμένοις οὐ φυσική τίς ἐστιν ἡ πρὸς Θεὸν ἐμφέρεια, ἀλλ' οἱονεί πως ἐν τῷ πράγματι καὶ ἐν τῇ τῶν τρόπων ποιότητι διαφαίνεται. {Β.} Οὐκ ἂν ὁ λόγος ἡμῖν ἁμάρτοι τοῦ πρέποντος, ἐπεί τοι διώλισθον μὲν τῆς πρὸς Θεὸν οἰκειότητος, "ἀγγέλων τε οἱ μὴ τηρήσαντες τὴν ἑαυτῶν ἀρχήν," καὶ μὴν καὶ ἡμεῖς αὐτοὶ ἠδικήμεθα δὲ εἰς τὴν φύσιν οὐδέν. Ὠχόμεθα γὰρ οὐδαμῶς εἰς τὸ μὴ ὑπάρχειν ὅλως, ἀλλ' ἔσμεν καὶ δίχα τοῦ κεκτῆσθαι τὴν ἀρετήν. Ἐπιστήμης δὲ οἱονεί πώς τινος καὶ τέχνης εἴδησιν ἐκ τῆς ἄγαν ῥᾳστώνης καὶ τῆς εἰς φαυλότητα ῥοπῆς ἀπημποληκότες, κεκλήμεθα πάλιν εἰς ἀνάληψιν τῶν πάλαι διὰ Χριστοῦ πρὸς ἐκεῖνο μεταπαι δεύοντος ἀναμορφοῦσθαι τὸ κάλλος, τὸ πρῶτόν τε καὶ ἀρχέτυπον. Καὶ οὔ τί πού