γὰρ «ἐφ' ἑαυτὸν» ὁ θεὸς «ἐμερίσθη· πῶς» γὰρ «σταθήσεται ἡ βασιλεία αὐτοῦ;» Καὶ εἰ «τοῦ θεοῦ ἐστιν», ὡς τὰ λόγιά φησιν, «ἡ κρίσις», οἱ δὲ ἱερεῖς ἄγγελοι καὶ ὑποφῆται μετὰ τοὺς ἱεράρχας εἰσὶ τῶν θείων κριμάτων, πρὸς αὐτῶν τὰ θεῖα προσηκόντως σοι διὰ μέσων τῶν λειτουργῶν, ὅταν ᾖ καιρός, ἐκδιδάσκου, δι' ὧν καὶ τὸ εἶναι θεραπευτὴς ἠξιώθης. Ἢ οὐχὶ καὶ τὰ ἱερὰ σύμβολα τοῦτο βοᾷ; Καὶ γὰρ οὐχ ἁπλῶς ἁπάντων μὲν ἐξῄρηται τὰ ἅγια τῶν ἁγίων, πλησιάζει δὲ μᾶλλον αὐτοῖς ὁ τῶν ἱερο τελεστῶν διάκοσμος, εἶτα τῶν ἱερέων ἡ διακόσμησις, ἑπομένως δὲ τούτοις ἡ τῶν λειτουργῶν· τοῖς δὲ τεταγμένοις θεραπευταῖς αἱ πύλαι τῶν ἀδύτων εἰσὶν ἀφωρισμέναι, καθ' ἃς καὶ τελοῦνται καὶ παρεστᾶσιν οὐ πρὸς φυ λακὴν αὐτῶν, ἀλλὰ πρὸς τάξιν καὶ ἐπίγνωσιν ἑαυτῶν μᾶλλον τῷ λαῷ παρὰ τοὺς ἱερατικοὺς πλησιάζοντες. Ὅθεν ἡ τῶν ἱερῶν ἁγία ταξιαρχία μεταλαμβάνειν αὐτοὺς ἱεροθετεῖ τῶν θείων, ἑτέροις, δηλαδὴ τοῖς ἐνδοτέ ροις, αὐτῶν τὴν μετάδοσιν ἐγχειρίσασα. Καὶ γὰρ οἱ περὶ τὸ θεῖον συμ βολικῶς εἰπεῖν ἑστηκότες θυσιαστήριον ὁρῶσι καὶ ἀκούουσι τὰ θεῖα τηλαυγῶς αὐτοῖς ἀνακαλυπτόμενα καὶ προϊόντες ἀγαθοειδῶς ἐπὶ τὰ ἔξω τῶν θείων παραπετασμάτων τοῖς ὑπηκόοις θεραπευταῖς καὶ τῷ ἱερῷ λαῷ καὶ ταῖς καθαιρομέναις τάξεσιν ἐκφαίνουσι κατ' ἀξίαν τὰ ἱερὰ τὰ καλῶς ἄχραντα διαφυλαχθέντα, μέχρις ὅτε τυραννικῶς αὐτοῖς ἐπεισπηδήσας ἐκπομπευθῆναί σοι τὰ ἅγια τῶν ἁγίων ἠνάγκασας οὐκ ἐθέλοντα. Καὶ ἔχειν φῂς τὰ ἱερὰ καὶ διαφυλάττειν, καίτοι οὔτε εἶδες οὔτε ἤκουσας οὔτε ἔχεις τι τῶν προσηκόντων τοῖς ἱερεῦσιν, ὥσπερ οὐδὲ τὴν ἀλήθειαν τῶν λογίων ἔγνωκας ἑκάστης ἡμέρας αὐτὰ λογομαχῶν ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Καὶ εἰ μὲν ἐθναρχία τις ἐνεχείρησεν οὐ προστεταγμένον αὐτῷ παρὰ βασιλέως, ἐνδίκως ἐτιμωρεῖτο. Καὶ εἰ τὸν ἄρχοντα δικαιοῦντά τινας ἢ καταδικάζοντα παρεστώς τις τῶν ὑπ' αὐτῷ ταττομένων ἐπανακρίνειν ἐτόλμησεν (οὔπω γάρ φημι προπηλακίζειν ἅμα καὶ τῆς ἀρχῆς ἐκβάλλειν); Σὺ δέ, ἄνθρωπε, οὕτω τολμηρὸς εἶ κατὰ τοῦ πράου καὶ ἀγαθοῦ καὶ τῆς ἱεραρχικῆς αὐτοῦ θεσμοθεσίας; Καὶ ταῦτα ἐχρῆν εἰπεῖν, ὅταν ὑπὲρ ἀξίαν τις ἐγχειρῶν ὅμως εἰκότα πράττειν ἐδόκει· καὶ γὰρ οὐδὲ τοῦτο ἐφικτὸν οὐδενί. Τί γὰρ ἄτοπον Ὀζίας ἐποίει θυμιῶν τῷ θεῷ; Τί δὲ ὁ Σαοὺλ θύων; Τί δὲ οἱ τυραννικοὶ δαίμονες ἀληθῶς θεολογοῦντες τὸν Ἰησοῦν; Ἀλλ' ἐκκήρυκτος τῇ θεολογίᾳ πᾶς ἀλλοτριεπίσκοπος, καὶ ἕκαστος ἐν τῇ τάξει τῆς λειτουργίας αὐτοῦ ἔσται, καὶ μόνος ὁ ἀρχιερεὺς εἰς τὰ ἅγια τῶν ἁγίων εἰσελεύσεται, καὶ ἅπαξ τοῦ ἐνιαυτοῦ, καὶ τοῦτο ἐν πάσῃ τῇ κατὰ νόμον ἱεραρχικῇ καθα ρότητι. Καὶ οἱ ἱερεῖς περιστελοῦσι τὰ ἅγια, καὶ οἱ λευῖται οὐ μὴ «ἅψωνται τῶν ἁγίων, ἵνα μὴ ἀποθάνωσι». Καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τῇ προπετείᾳ Ὀζία, καὶ Μαριὰμ λεπροῦται τῷ νομοθέτῃ θεσμοθετεῖν ἐγ χειρήσασα· καὶ ἐπὶ τοὺς Σκευᾶ υἱοὺς ἐφήλατο τὰ δαιμόνια. Καὶ «οὐκ ἀπέστελλον» αὐτούς, ἔφη, «καὶ αὐτοὶ ἔτρεχον», καὶ «οὐκ ἐλάλουν πρὸς αὐτούς, καὶ αὐτοὶ προεφήτευον», καὶ ὁ ἀσεβὴς «ὁ θύων μοι μόσχον ὡς ὁ ἀποκτέννων κύνα». Καὶ ἁπλῶς εἰπεῖν· οὐκ ἀνέχεται τῶν παρανόμων ἡ παντελὴς τοῦ θεοῦ δικαιοσύνη. Λεγόντων δὲ αὐτῶν· «ἐπὶ τῷ ὀνόματί σου δυνάμεις πολλὰς ἐποιήσαμεν», «οὐκ οἶδα ὑμᾶς», ἀποκρίνεται, «πο ρεύεσθε ἀπ' ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀνομίας». Ὥστε οὐ θεμιτόν, ὡς τὰ ἱερὰ λόγιά φησιν, οὐδὲ τὰ δίκαια μὴ κατ' ἀξίαν διώκειν. Προσέχειν δὲ ἕκαστον ἑαυτῷ χρὴ καὶ μὴ τὰ ὑψηλότερα