{1ΕΤΕΡΟΓΕΝΕΣ.}1 Ἑτερογενές ἐστι μετάβασις ἀπὸ γένους εἰς γένος πρὸς τὸ νοούμενον, οἷον τὰ περὶ θαλάσσης φοβερά εἰσιν ἐρημίαι οὖσαι· καὶ ὁ θεολόγος, 20παρ' ἑαυτοῦ δὲ πνοὴν ἐνθείς, ὃ δὴ νοερὰν ψυχὴν οἶδεν ὁ λόγος20.
{1ΕΤΕΡΟΠΡΟΣΩΠΟΝ.}1 Ἑτεροπρόσωπόν ἐστιν, ὅταν ἕτερον πρόσωπον ὑπο- βάλλωμεν λέγον, ἃ ἡμεῖς ἐμέλλομεν λέγειν, οἷον πάντες οἱ Αἰγύπτιοι βοῶσι τὴν ἀδικίαν ἡμῶν· ἢ ὅταν αὐτοὶ μὲν λέγωμεν, πρὸς ἕτερον δὲ ἀποτεινώμεθα καὶ οὐ πρὸς τὸν ἀδικήσαντα, οἷον ἐγὼ δὲ εἰδώς τινα βλάπτοντα τὸν πέλας εἶπον πρὸς αὐτόν, ὡς ἀδικεῖς τὸν πέλας.]