6
ἐνανθρωπήσεως εἴτ' οὖν σαρκώσεως κινεῖταί τι ζήτημα, καὶ τοῦτο διορίζου πᾶσι περὶ ἡμῶν ὅτι τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς καὶ μετὰ τοῦτο ἐκ τῆς ἁγίας Παρθένου Μαρίας, εἰς ἓν ἄγομεν, καὶ οὐ δύο υἱοὺς ὀνομάζομεν, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν ἐν ἀδιαιρέτῳ θεότητι καὶ τιμῇ προσκυνοῦμεν. Εἰ δέ τις οὐ συντίθεται τούτοις ἢ νῦν ἢ ὕστερον, αὐτὸς ὑφέξει τῷ Θεῷ λόγον ἐν ἡμέρᾳ κρίσεως. 102.5 Ἡ μὲν οὖν πρὸς τὴν ἀνόητον αὐτῶν περὶ τοῦ νοῦ δόξαν ἔνστασις ἡμῶν καὶ ἀντίθεσις, ὡς ἐν βραχεῖ, τοιαύτη καὶ οὕτως ἔχουσα· μονοὶ γὰρ σχεδὸν ὃ δογματίζουσιν ὄντως καὶ πάσχουσιν, ἀνοίᾳ τὸν νοῦν περικόπτοντες. 102.6 Ἵνα δὲ μὴ κατηγορῶσιν ἡμῶν ὡς τὴν τοῦ ἀγαπητοῦ Οὐϊταλίου πίστιν, ἣν ἀπαιτηθεὶς ὑπὸ τοῦ μακαρίου ∆αμάσου τοῦ τῆς Ῥώμης ἐπισκόπου ἔγγραφον ἐπιδέδωκε, πρότερον μὲν ἀποδεχομένων, νῦν δὲ ἀναινομένων, καὶ περὶ τούτου βραχέα δηλώσομεν. 102.7 Οὗτοι γὰρ ἡνίκα μὲν ἂν τοῖς γνησίοις αὐτῶν μαθηταῖς καὶ μύσταις τῶν ἀπορρήτων θεολογῶσιν, ὥσπερ οἱ Μανιχαῖοι τοῖς ἐκλεκτοῖς λεγομένοις, ὅλην τὴν νόσον αὐτῶν ἐκκαλύπτοντες, μόλις καὶ τὴν σάρκα τῷ Σωτῆρι διδόασιν. 102.8 Ὅταν δὲ ταῖς κοιναῖς ὑπολήψεσι περὶ τῆς ἐνανθρωπήσεως ἃς ἡ Γραφὴ παρίστησιν ἐλέγχωνται καὶ πιέζωνται, τὰς μὲν εὐσεβεῖς λέξεις ὁμολογοῦσι, περὶ δὲ τὸν νοῦν κακουργοῦσιν, 102.9 οὐκ ἄψυχον μὲν οὐδὲ ἄλογον οὐδὲ ἀνοῦν οὐδὲ ἀτελῆ ὁμολογοῦντες τὸν ἄνθρωπον, ψυχὴν δὲ καὶ λόγον καὶ νοῦν αὐτὴν εἰσάγοντες τὴν θεότητα, ὡς αὐτῆς τῇ σαρκὶ συγκραθείσης μόνης, ἀλλ' οὐχὶ καὶ τῶν ἡμετέρων καὶ ἀνθρωπίνων, εἰ καὶ τὸ ἀναμάρτητον κρεῖττον ἢ καθ' ἡμᾶς ἦν καὶ τῶν ἡμετέρων παθῶν καθάρσιον.
102.10 Οὕτω γοῦν καὶ τὸ «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν» παρεξηγοῦνται κακῶς καὶ λίαν εὐήθως, νοῦν Χριστοῦ τὴν θεότητα λέγοντες, οὐχ, ὅπερ ἡμεῖς, ὑπολαμβάνοντες ὅτι οἱ τὸν ἑαυτῶν νοῦν καθήραντες μιμήσει τοῦ νοὸς ἐκείνου, ὃν ὑπὲρ ἡμῶν ὁ Σωτὴρ ἀνεδέξατο, καὶ πρὸς αὐτὸν ῥυθμίζοντες, ὡς ἐφικτόν, οὗτοι νοῦν Χριστοῦ ἔχειν λέγονται· 102.11 ὡς καὶ σάρκα Χριστοῦ μαρτυρηθεῖεν ἂν ἔχειν ἐκεῖνοι οἱ τὴν σάρκα παιδαγωγήσαντες καὶ σύσσωμοι καὶ συμμέτοχοι Χριστοῦ κατὰ τοῦτο γενόμενοι, καὶ «Ὡς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτω, φησί, φορέσομεν τὴν εἰκόνα τοῦ ἐπουρανίου». Οὕτω δὲ καὶ τέλειος αὐτοῖς ἄνθρωπος οὐχ ὁ πεπειραμένος κατὰ πάντα τὰ ἡμέτερα χωρὶς ἁμαρτίας, ἀλλὰ τὸ ἐκ Θεοῦ καὶ σαρκὸς σύγκραμα δογματίζεται. Τούτου γάρ, φασί, τί τελειότερον; 102.12 Τὸ δ' αὐτὸ καὶ περὶ τὴν τῆς ἐνανθρωπήσεως κακουρ γοῦσι φωνήν, τὸ ἐνηνθρώπησεν οὐκ ἐν ἀνθρώπῳ γέγονεν, ὃν ἑαυτῷ περιέπηξεν, ἐξηγούμενοι, κατὰ τὸ εἰρημένον· «Αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ», ἀλλ' ἀνθρώποις ὡμίλησε καὶ συνεπολιτεύσατο λέγοντες καὶ διδάσκοντες, καὶ πρὸς ἐκείνην καταφεύγοντες τὴν φωνὴν τὴν «Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη» λέγουσαν.
102.13 Καὶ τί ἄν τις ἀγωνίζοιτο ἐπὶ πλεῖον; Οἱ τὸν ἄνθρωπον ἀποσκευαζόμενοι καὶ τὴν ἐντὸς εἰκόνα τὸ ἐκτὸς ἡμῶν καθαρίζουσι μόνον διὰ τοῦ καινοῦ προσωπείου καὶ τοῦ ὁρωμένου, 102.14 τοσοῦτον ἑαυτοῖς μαχόμενοι ὡς ποτὲ μὲν διὰ τὴν σάρκα καὶ τὰ ἄλλα παχέως καὶ σαρκικῶς ἐξηγεῖσθαι (ἐντεῦθεν γὰρ αὐτοῖς ὁ δεύτερος Ἰουδαϊσμὸς ὥρμηται καὶ ἡ χιλιοέτης καὶ ληρώδης ἐν τῷ παραδείσῳ τρυφὴ καὶ σχεδὸν τὸ τὰ αὐτὰ πάλιν ἐπὶ τοῖς αὐτοῖς ἀναλαμβάνειν ἡμᾶς), ποτὲ δὲ δόκησιν μᾶλλον ἢ ἀλήθειαν τῆς σαρκὸς εἰσάγειν ὡς οὐδὲν τῶν ἡμετέρων παθούσης, οὐδὲ ὅσα τῆς ἁμαρτίας ἐστὶν ἐλεύθερα, 102.15 καὶ κεχρῆσθαι πρὸς τοῦτο τῇ ἀποστολικῇ φωνῇ, οὐκ ἀποστολικῶς νοουμένῃ ἢ λεγομένῃ, ἐν ὁμοιώματι ἀνθρώπων τὸν Σωτῆρα ἡμῶν γεγενῆσθαι καὶ σχήματι εὑρῆσθαι ὡς ἄνθρωπον, ὡς οὐχὶ τοῦ ἀνθρωπίνου εἴδους ἐν τούτοις δηλουμένου, φαντασίας δέ τινος ἀπατηλῆς καὶ δοκήσεως. 102.16 Ἐπειδὴ τοίνυν αἱ φωναὶ αὗται καλῶς μὲν νοούμεναι μετὰ τῆς εὐσεβείας εἰσί, κακῶς δὲ ἐξηγούμεναι τὸ δυσσεβὲς ἔχουσι, τί θαυμαστὸν εἰ καὶ τοὺς