1

 2

 3

 4

 5

 6

6

καθὼς καὶ ἐν τῷ προλαβόντι διῄρηται λόγῳ· ἐπισκοποῦντος δηλαδὴ τοῦ οἰκονόμου ἐξ αὐτοῦ τοῦ βίου τὴν ἰατρείαν τοῦ θεραπευομένου, ὥστε συντεμεῖν τὴν ἐκ τῶν κανόνων ὁρισθεῖσαν τοῦ ἐπιτιμίου προθεσμίαν. Ἡ δὲ ἱεροσυλία, παρὰ μὲν τῇ ἀρχαίᾳ Γραφῇ, οὐδὲ ἐνομίσθη τῆς φονικῆς κατακρίσεως ἀνεκτοτέρα. Ὁμοίως γὰρ ὅ τε ἐπὶ φόνῳ ἁλοὺς, καὶ ὁ τὰ ἀνατε-θέντα τῷ Θεῷ ὑφελόμενος, τὴν διὰ τῶν λίθων τιμω- ρίαν ὑπέσχον. Ἐπὶ δὲ τῆς ἐκκλησιαστικῆς συνηθείας οὐκ οἶδα πῶς συγκατάβασίς τις ἐγένετο, καὶ συμπερι-φορὰ, ὥστε ἀνεκτότερον νομισθῆναι τὸ τῆς τοιαύτης νόσου καθάρσιον· ἐν ἐλάττονι γὰρ χρόνῳ παρὰ τὴν μοιχείαν, τοῖς τοιούτοις τὸ ἐπιτίμιον διετάξατο ἡ τῶν Πατέρων παράδοσις.

Πανταχοῦ καὶ ἐν πλημμελήματος εἴδει τοῦτο καθορᾷν προσήκει πρὸ πάντων, οἵα ἐστὶ τοῦ θεραπευομένου διάθεσις, μὴ τὸν χρόνον οἴεσθαι πρὸς θεραπείαν ἀρκεῖν· τίς γὰρ ἂν ἐκ τοῦ χρόνου ἴασις γέ-νοιτο; ἀλλὰ τὴν προαίρεσιν τοῦ ἑαυτὸν δι' ἐπιστροφῆς ἰατρεύοντος. Ταῦτά σοι, ὦ ἄνθρωπε τοῦ Θεοῦ, κατὰ πολλὴν σπουδὴν ἐκ τῶν προχείρων συνθέντες, διὰ τὸ δεῖν τοῖς τῶν ἀδελφῶν ἐπιτάγμασι πείθεσθαι, κατὰ σπουδὴν ἀπεστείλαμεν. Σὺ δὲ τὰς συνήθεις ὑπὲρ ἡμῶν εὐχὰς τῷ Θεῷ προσάγων μὴ διαλείπῃς. Χρεωστεῖς γὰρ ὡς εὐγνώμων υἱὸς, τῷ κατὰ Θεόν σε γεννήσαντι, τὴν διὰ τῶν προσευχῶν γηροκομίαν, κατὰ τὴν ἐντολὴν τὴν κελεύουσαν τιμᾷν τοὺς γονέας, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. ∆ῆλον δὲ ὅτι ὡς σύμβολον ἱερατικὸν, δέξῃ τὸ γράμμα, καὶ οὐκ ἀτιμάσεις τὸ ξένιον, κἄν τι μικρότερον τῆς σῆς μεγαλοφυΐας εἴη.